# Epitome historiarum (lib. 1‑18) 9.2.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/9.2.1

Οἱ δὲ δὴ Ῥωμαῖοι παρὰ βραχὺ κινδυνεύσαντες ἀπολέσθαι ἀντεπεκράτησαν διὰ τοῦ Σκιπίωνος · ὃς υἱὸς μὲν ἦν τοῦ Πουπλίου τοῦ ἐν τῇ Ἰβηρίᾳ, καὶ τὸν πατέρα ὅτε ἐτρώθη περιέσωσε, τότε δὲ στρατευόμενος εἰς τὸ Κανύσιον ἔφυγε, καὶ ὕστερον εὐδο- κίμησε. παρ’ ἑκόντων γὰρ τῶν συμφυγόντων εἰς τὸ Κανύσιον τὴν ἡγεμονίαν λαβὼν τά τε ἐκεῖ κατεστή- σατο καὶ τοῖς πλησιοχώροις φρουρὰς ἔπεμψε καὶ πάντα καλῶς ἐβούλευσέ τε καὶ ἔπραξεν. Οἱ δ' ἐν τῇ Ῥώμῃ τὴν ἧτταν μὲν ἤκουσαν , οὐ μὴν καὶ ἐπίστευον. πιστεύσαντες δ’ ἐπένθουν καὶ συνιόντες εἰς τὸ συνέδριον μή τι πράσσοντες ἀπηλλάσσοντο. ὀψὲ δ’ οὖν ὁ Φάβιος γνώμην ἔδωκε κατασκόπους πέμψαι τοὺς ἀγγελοῦντας τὸ γεγονὸς καὶ τί ὁ Ἀννίβας πράττει, αὐτοὺς δὲ μὴ κλαίειν, σιγῇ δὲ βαδίζειν, ἔν’ ἐν καιρῷ τὰ προσήκοντα γίνοιτο, δύναμίν τε συλλέξαι ὅσην ἂν δύναιντο καὶ τοὺς περιοίκους ἐπικαλέσασθαι. μετὰ δὲ ταῦτα ὡς τὸν Ἀννίβαν ἐν τῇ Ἀπουλίᾳ ὄντα ἔμαθον , καὶ γράμματα παρὰ τοῦ Τερεντίου ἐδέξαντο ὅτι περιείη καὶ ὅσα πράττοι, μικρὸν ἀνεθάρσησαν. καὶ δικτάτωρ μὲν Μάρκος Ἰούνιος , ἵππαρχος δὲ Τιβέριος Σεμπρώνιος Γράκχος ἐλέχθησαν. καὶ παραχρῆμα τόν τε πολιτῶν οὐ τοὺς ἡβῶντας μόνον, ἀλλὰ καὶ παρηβηκότας ἤδη κατέλεξαν, καὶ δεσμώτας ἐπ᾿ ἀδείᾳ καὶ δούλους ἐπ᾿ ἐλευθερίᾳ λῃστάς τέ τινας προσελάβοντο, καὶ τοὺς συμμάχους προσπαρεκάλουν, ἀναμιμνήσκοντες εἴ τί που εὐηργέτηντο καὶ προσυπισχνούμενοι δώσειν τοῖς μὲν σῖτον, τοῖς δὲ ἀργύρια, ὅπερ οὔπω πρόσθεν ἐποίησαν· καὶ ἐς τὴν Ἑλλάδα πεπόμφασιν ἢ πείσοντές τινας συμμαχῆσαι αὐτοῖς ἢ μισθωσόμενοι. Ἀννίβας δὲ συνεστηκέναι τοὺς ῾Ρωμαίους καὶ παρασκευάζεσθαι μαθὼν ἐν ταῖς Κάνναις διέτριβε, τὴν ἐξ ἐπιδρομῆς ἅλωσιν ἀπεγνωκώς· καὶ τῶν αἰχμαλώτων τὸ μὲν συμμαχικὸν ἄνευ λύτρων ἀφῆκεν, ὡς καὶ πρότερον, τοὺς δὲ ῾Ρωμαίους ἐτήρει, ἀποδόσθαι ἐλπίζων αὐτούς, ἵν᾿ ἑαυτὸν εὐπορώτερον ἐντεῦθεν ποιήσῃ, τοὺς δὲ ῾Ρωμαίους ἀπορωτέρους. ἐπεὶ δὲ μηδεὶς ἐξ αὐτῶν ἀφίκετο τοὺς αἰχμαλώτους ζητῶν, ἐκέλευσεν αὐτοῖς πέμψαι τινὰς οἴκαδε ἐπὶ λύτρα, προομόσαντας ἐπανήξειν. ὡς δὲ οὐδ᾿ οὕτω λύσασθαι σφᾶς ἠθέλησαν, τοὺς μὲν λόγου τινὸς ἀξίους ἐς τὴν Καρχηδόνα ἀπέστειλε. τῶν δ᾿ ἄλλων τοὺς μὲν αἰκισάμενος ἀπέκτεινε, τοὺς δὲ μονομαχῆσαι ἠνάγκασε, τοὺς φέλους καὶ τοὺς συγγενεῖς ἀλλήλοις συμβαλών. οἱ δὲ πεμφθέντες ἐπὶ τὰ λύτρα, ἐπανελθόντες, ἵν᾿ εὐορκήσωσι, φυγόντες δὲ μετὰ τοῦτο, ἄτιμοι ὑπὸ τῶν τιμητῶν ἐγένοντο, καὶ ἑαυτοὺς κατεχρήσαντο. Μάγωνα δὲ τὸν ἀδελφὸν ὁ Ἀννίβας ἀγγελοῦντα τοῖς Καρχηδονίοις ἔπεμψε τὰ γενόμενα, καὶ χρήματα παρ᾿ αὐτῶν καὶ δυνάμεις αἰτήσοντα. καὶ ὁ μὲν ἀπελθὼν τούς τε δακτυλίους ἠρίθμησε καὶ ἐπὶ μεῖζον 30 ἐξῆρε δὴ τὸ κατόρθωμα, καὶ ἐψηφίσθη πάντα ὅσα ᾐτήσατο, τό γὰρ Ἄννωνι τἀναντία λέγοντι καὶ κατα- λύσασθαι τὸν πόλεμον ἴως καθυπέρτεροι δοκοῦσι συμβουλεύοντι οὐκ ἐπείσθησαν , οὐ μέντοι τὰ ψηφι- σθέντα καὶ εἰς ἔργον ἤγαγον, ἀλλ’ ἐμέλλησαν. Ἀννίβας δ’ ἐν τούτῳ εἰς τὴν Καμπανίαν προυχώρησε, καὶ πόλισμά τι εἶλε Σαυνιτικόν, καὶ ἐπὶ Νέαν ὥρμησε πόλιν , προπέμψας μετὰ τῆς λείας ὀλίγους τινάς. πρὸς οὑς ὡς μόνους ὄντας τῶν τῆς πόλεως ἐκδρα- μόντων ἐπεφάνη αὐτὸς ἀπροσδόκητος καὶ συχνοὺς ἀπέκτεινε, τὴν δὲ πόλιν οὐχ εἷλεν, οὔτ’ ἐπὶ πολὺ ταύτῃ προσήδρευσεν. οἱ γὰρ τὴν Καπύην οἰκοῦντες Καμπανοὶ οἱ μὲν τῇ Ῥωμαίων φιλίᾳ ἐνέμειναν, οἱ δὲ πρὸς τὸν Ἀννίβαν ἀπέκλιναν. ἐπεὶ δ’ ἐν ταῖς Κάνναις εὐτύχησε, καί τινες ἄνδρες αὐτῶν ἁλόντες ἀφείθησαν , τὸ μὲν πλῆθος ὥρμησε μεταστῆναι πρὸς τὸν Ἀννίβαν , οἱ δὲ δυνατοὶ χρόνον μέν τινα ἐπέσχον, εἶτ’ ἐπ’ αὐτοὺς τὸ πλῆθος ὁρμῆσαν συνηγμένους ἐν τῷ βουλευτηρίῳ πάντας ἂν κατεχρήσατο , εἰ μή τις ἐκ τοῦ πλήθους τὸ μέγεθος συνιδὼν τοῦ κακοῦ κα- τηγόρησε μὲν τῶν βουλευτῶν ὡς πάντως φθαρῆναι ἀξίων , ἔφη δὲ πρότερον ἄλλους ἀντ’ ἐκείνων ἀνθελέσθαι προσήκειν· τὴν γὰρ πόλιν μὴ δύνασθαι μὴ προβουλευόντων τινῶν σώζεσθαι. πεισθέντων δὲ τῶν ἐν τῇ Καπύῃ ἐκβάλλων ἴνα ἕκαστον ἐκ τοῦ συνεδρίνυ ἠρώτα τὸ πλῆθος ὅντινα αὐτοῦ ἀνθαιρεῖται· καὶ οὕτω , μὴ δυνηθέντων αὐτῶν ἑτέρους δι’ ὀλίγου ἀνθελέσθαι , πάντας ἐκείνους ὡς ἀναγκαίους ἀφῆκε. καὶ καταλλαγέντες ἀλλήλοις ἐσπείσαντο τῷ Ἀννίβᾳ. καὶ ὃς διὰ ταχέων ἀπαναστὰς ἐκ τῆς Νεαπόλεως ἦλθεν εἰς τὴν Καπύην, καὶ διαλεχθεὶς αὐτοῖς ἄλλα τε πολλὰ εἶπεν ἐπαγωγὰ καὶ τὴν ἡγεμονίαν σφίσι τῆς Ἰταλίας δώσειν ὑπέσχετο, ἵν’ ἐν ἐλπίσι γενόμενοι ὡς καὶ ἑαυτὸ ἲς πονήσοντες προθυμότερον ἀγωνίσωνται. Μεταστάσης δὲ τῆς Καπύης καὶ ἡ ἄλλη Καμπανία κεκίνητο· καὶ οἶ Ῥωμαῖοι τὴν ἀπόστασιν αὐτῆς μαθόντες ἤχθοντο. ὅ γε μὴν Ἀννίβας ἐπὶ Νουκερίνους ἐστράτευσεν. οἱ δὲ πολιορκούμενοι τὴν ἄχρηστον σφῶν ἡλικίαν ἀπορίᾳ τροφῶν ἐξεώσαντο· οὕς ὁ Ἀννίβας οὐ προσήκατο, ἀλλὰ καὶ εἰς τὴν πόλιν ἀπιοῦσι μόνον ἀσφάλειαν ἔδωκε. διὸ καἰ οἶ λοιποὶ μεθ’ ἑνὸς ἱματίου ἐκχωρῆσαι τοῦ ἄστεος ὡμολόγησαν. ἐπεὶ δ' ἐγκρατὴς αὐτῶν ἐγένετο , τοὺς μὲν βουλευτὰς ἐς βαλανεῖα κατακλείσας ἀπέπνιξε, τοῖς δ’ ἄλλοις ἀπελθεῖν εἰπὼν ὅπῃ βούλοιντο , πολλοὺς ἐν τῇ ὁδῷ κἀκείνων ἐφόνευσε. συχνοὶ δ' οὖν αὐτῶν καὶ πε- ριεγένοντο εἰς ὕλας προκαταφυγόντες. ἐκ τούτου δὲ οἱ λοιποὶ φοβηθέντες οὐ συνέβαινον ἔτι αὐτό, ἀλλ’ ἀντεῖχον ἕως ἠδύναντο. καὶ οἱ Νωλανοὶ βουλευόμενοι προσχωρῆσαι αὐτῷ, ἐπεὶ τὸ εἰς ἐκείνους εἶδον πραχθέν, ἐπηγάγοντο λάθρᾳ τὸν Μάρκελλον , καὶ τὸν Ἀννίβαν προσβαλόντα τῇ πόλει μετὰ ταῦτα ἀπώ- σαντο. ἀποκρουσθεὶς δὲ τῆς Νώλης Ἀκερανοὺς εἶλε λιμῷ ἐπὶ ταῖς αὐταῖς τοῖς Νουκερίνοις συνθήκαις, καὶ τὰ αὐτὰ εἰργάσατο καὶ αὐτούς. εἶτα καὶ ἐπὶ Βασιλίνας ἐστράτευσεν , ἐν ᾧ Ῥωμαῖοί τε καὶ συμμάχων μάχων ὡσεὶ χίλιοι συγκατέφυγον. οἱ τοὺς μὲν ἐπιχωρίους προδοῦναι σφᾶς μελετήσαντας ἀπέκτειναν, καὶ τὸν Ἀννίβαν πολλάκις ἀπώσαντο , καὶ πρὸς λιμὸν γενναίοις διεκαρτέρησαν · ἐπιλιπούσης δὲ τῆς τροφῆς αὐτούς, ἐπ’ ἀσκοῦ τινα διὰ τοῦ ποταμοῦ πρὸς τὸν δικτάτωρα ἔπεμψαν · ὁ δὲ πίθους ἀλεύρων πλήρεις ἐνέβαλλεν εἰς τὸν ποταμὸν νυκτός, ἐντειλάμενος αὐτοῖς παρατηρεῖν ἐν τῷ σκότει τὸ ῥεῦμα. καὶ χρόνον μέν τινα ἐλάνθανεν οὕτως τὰς τροφὰς αὐτοῖς χορηγῶν, ἔπειτα πίθου τινὸς προσραγέντος ποι καὶ συντριβέντος ἔγνων οἱ Καρχηδόνιοι τὸ γινόμενον, καὶ ἁλύσεσι τὸν ποταμὸν διειλήφασιν. ὡς δὲ τῶ λιμῷ καὶ τοῖς τραύμασι συχνοὶ διεφθάρησαν , τὸ ἕτερον τῆς πόλεως μέρος ἐξέλιπον κἀν τῷ λοιπῷ διεκαρτέρουν, τὴν γέφυραν διακόψαντες. εἶτα σπέρμα γογγυλίδος ἀπὸ τοῦ τείχους εἴς τι χωρίον ἔξωθεν αὐτοῦ κατέβαλον. ἐποίησαν δὲ τοῦτο ἵνα καταπλήξωσι τοὺς πολεμίους ὡς καὶ ἐπὶ πολὺ ἀνταρκέσοντες. ὅθεν ὁ Ἀννίβας ἄφθονον αὐτοὺς ἔχειν τὴν τροφὴν οἰηθεὶς καὶ ἐπὶ τῇ καρτερίᾳ θαυμάσας εἰς ὁμολογίαν προεκαλέσατο, καὶ χρημάτων ἀπέδοτο σφᾶς. ἐλύσαντο γάρ αὐτοὺς οἱ ἔξω Ῥωμαῖοι ἀσμένως, ἀλλὰ μὴν καὶ ἐτίμησαν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
