# Epitome historiarum (lib. 1‑18) 9.24.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/9.24.1

Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λούκιος Ἀνίκιος στρατηγὸς πεμφθεὶς ἐπὶ τὸν Γέντιον τοὺ προσμίξαντάς τε αὐτῷ ἐνίκησε καὶ τὸν Γέντιον φυγόντα ἐπιδιώξας ἐς Σκόδραν κατέκλεισεν, ὅπου ἦν αὐτῷ τὰ βασίλεια. καὶ διακενῆς ἂν προσήδρευεν αὐτῇ, ἐπὶ γὰρ ἀκρωνυχίας ὄρους πεπόλισται καὶ φάραγξι βαθείαις ποταμοὺς ῥοώδεις ἐχούσαις περιειλεῖται, τείχει τε ὀχυρῷ περιέζωσται, εἰ μὴ ὁ Γέντιος μέγα ἐπὶ τῇ δυνάμει ἐλπίσας ἑκὼν εἰς μάχην ἐχώρησε. κἀκ τούτου τήν τε ἀρχὴν αὐτοῦ πάσαν ὁ Ἀνίκιος προσηγάγετο καὶ μέχρι τῆς Ἠπείρου προελθών, πρὶν τὸν Παῦλον ἐλθεῖν, κἀκείνην ταραττομένην ἡμέρωσεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἔμαθον μὲν τὴν τοῦ Παύλου νίκην τετάρτῃ μετὰ τὴν μάχην ἡμέρᾳ ἔκ τινος φήμης, οὐ μέντοι καὶ ἀκριβῶς ἐπίστευον. εἶτα γραμ- μάτων ὑπὲρ ταύτης κομισθέντων τοῦ Παύλου , ὑπερήσθησαν, καὶ οὐχ ὡς τὸν Περσέα νενικηκότες καὶ τὴν Μακεδονίαν κτησάμενοι , ἀλλ’ ὡς τὸν Φίλιππον ἐκεῖνον τὸν πάνυ καὶ αὐτὸν τὸν Ἀλέξανδρον μετὰ πάσης τῆς ἀρχῆς ἐκείνης, ἣν ἔσχηκε, νικήσαντες ἐσε- μνύνοντο. ἐλθόντι δ’ ἐς Ῥώμην τῷ Παύλῳ πολλὰ ἐψηφίσθη , καὶ ἡ πομπὴ τῶν νικητηρίων αὐτῷ λαμπροτάτη ἐγένετο. ἔπεμψε μὲν γὰρ καὶ τἄλλα ὅσα ἑαλώγ̣ει πάντα, ἔπεμψε δὲ καὶ Βίθυν τὸν τοῦ Κότυος υἱόν, τόν τε Περσέα καὶ τὴν γυναῖκα αὐτοῦ τούς τε παῖδας τρεῖς ὄντας ἐν τῷ τῶν αἰχμαλώτων σχήματι. δείσας δὲ διὰ τὴν τῆς εὐτυχίας ὑπερβολὴν μή τι νεμεσήσῃ αὐτοῖς τὸ δαιμόνιον, ηὔξατο καὶ οὗτος κατὰ τὸν Κάμιλλον μή τι κακὸν τῇ πόλει ἐκ τούτων, ἀλλ’ ἑαυτῷ , εἴ τι δέοι , γενήσεσθαι · καὶ δύο υἱεῖς, τὸν μὲν πρὸ τοῦ θριάμβου μικρόν , τὸν δὲ ἐν αὐτῇ τῇ τῶν ἐπινικίων ἀπέβαλεν ἑορτῇ. ἦν δὲ οὐ στρατηγῆσαι μόνον ἀγαθός, ἀλλὰ καὶ ὑπερόπτης χρημάτων. τεκμήριον δέ, δεύτερον τότε ὑπατεύσας καὶ λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ διεβίω ὥστε χαλεπῶς τῇ γυναικὶ αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι. Τῶν δ᾿ ἁλόντων τό πατρὶ μὲν ὁ Βίθυς προῖκα ἐδόθη, Περσεὺς δὲ εἰς Ἄλβαν σὺν τοῖς παισὶ καὶ τῇ θεραπείᾳ κατετέθη · κἀκεῖ ἕως μὲν ἤλπιζε τὴν βασιλείαν κομίσασθαι ἀντεῖχεν, ἐπεὶ δ’ ἀπέγνω, ἑαυτὸν διεχειρίσατο. καὶ ὁ Φίλιππος ὁ υἱὸς αὐτοῦ ἥ τε θυγάτηρ αὐτοῦ οὐκ εἰς μακρὰν ἀπέθανον· μόνος δ’ ὁ νεώτατος τοῖς τῶν Ἀλβανῶν ἄρχουσιν ὑπογραμματεύων ἐπί τινα χρόνον διήρκεσεν. οὕτως ὁ Περσεὺς ὁ δι’ εἴκοσι βασιλέων αὐχῶν γεγονέναι, καὶ πολὺν μὲν τὸν Φίλιππον , πλείω δὲ θρυλῶν τὸν Ἀλέξανδρον καὶ τὴν βασιλείαν ἀπώλεσε καὶ αἰχμάλωτος γέγονε καὶ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, δεσμὰ μετὰ τοῦ διαδήματος περικείμενος. Οἱ δέ γε Ῥόδιοι, μετὰ φρονήματος πρῴην τοῖς Ῥωμαίοις προσφερόμενοι, τότε μὴ μνησικακεῖν αὐτοῖς ἠξίουν, καὶ σύμμαχοι πρόσθεν αὐτῶν καλεῖσθαι μὴ πρόσ’ δεχόμενοι, τότε καὶ πάνυ τούτου τυχεῖν ἐσπούδαζον· καὶ ἔτυχον τῆς σπουδῆς , ἀλλ’ ὀψέ. καὶ τοῖς Κρησὶν ὠργίζοντο μὲν οἱ Ῥωμαῖοι, ἱκετείαις δὲ χρωμένοις πολλαῖς ἀφῆκάν ποτε τὴν ὀργήν. καὶ ὁ Προυσίας δὲ καὶ ὁ Εὐμένης, ὁ μὲν δι’ ἑαυτοῦ εἰς τὴν πόλιν ἐλθὼν καὶ εἰς τὸ βουλευτήριον εἰσελθὼν καὶ τὸν οὐ δὸν φιλήσας καὶ προσκυνήσας τοὺς βουλευτὰς ἠλεήθη τε καὶ ἠθώωτο, Εὐμένης δὲ δι’ Ἀττάλου τοῦ ἀδελφοῦ τὸ μή τι μνησικακεῖν αὐτῷ εἴληφε. Τότε δὲ καὶ τὰ τῆς Καππαδοκίας οὕτω διῳκήθη. Ἀριαράθης ὁ ταύτης κρατῶν παῖδα γνήσιον ἔσχεν Ἀριαράθην. πρὶν δ’ ἐσχηκέναι αὐτόν, ἐπεὶ πολὺν χρόνον ἡ γυνὴ αὐτοῦ οὐκ ἐκύισκε, παῖδα προσεποιήσατο Ὀροφέρνην καλέσασα. γεννηθέντος δ’ ἔπειτα τοῦ γνησίου φωραθεὶς ἐκεῖνος ἐξηλάθη. ὃς μετὰ τὸν Ἀριαράθου θάνατον τῷ ἀδελφῷ δῆθεν ἐπανέστη. καὶ συνεμάχουν Ἀριαράθῃ μὲν Εὐμένης, Ὀροφέρηῃ δὲ Δημήτριος ὁ τῶν Σύρων βασιλεύς. ἐλαττωθεὶς δὲ Ἀριαράθης πρὸς τοὺς Ῥωμαίους κατέφυγε, καὶ κοινωνὸς τῷ Ὀροφέρνῃ τῆς βασιλείας ὑπ’ αὐτῶν ἀποδέδεικτο. ὅτι δὲ ὁ Ἀριαράθης τοῖς Ῥωμαίοις φίλος καὶ σύμμαχος προσηγόρευτο , πᾶσαν ἐκεῖνος τὴν ἀρχὴν ἐκ τούτου προσῳκειώσατο. καὶ ὁ Ἄτταλος δὲ τὸν Εὐμένη θανόντα διαδεξάμενος τόν τε Ὀροφέρνην καὶ τὸν Δημήτριον παντελῶς ἐκ τῆς Καππαδοκίας ἀπήλασεν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
