# Epitome historiarum (lib. 1‑18) 9.25.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/9.25.1

Ὁ δὲ τῆς Αἰγύπτου κρατῶν Πτολεμαῖος ἐπὶ δυσὶν υἱέσι καὶ μιᾷ ἐξέλιπε θυγατρί. ὡς δὲ πρὸς ἀλλήλους οἶ ἀδελφοὶ περὶ τῆς ἀρχῆς ἐστασίασαν , Ἀντίοχος ὁ τοῦ Ἀντιόχου τοῦ μεγάλου υἷός τὸν νεώτατον ἐκπεσόντα ἐδέξατο, ἵνα προφάσει τοῦ αὐτῷ ἀμύνειν εἰς τὰ τῶν Αἰγυπτίων παρέλθοι. καὶ στρατεύσας ἐπὶ τὴν Αἴγυπτον τῆς τε πλείονος χώρας ἐκράτησε καὶ ἐπολιόρκει τὴν Ἀλεξάνδρειαν. καταφυγόντων δὲ τῶν ἄλλων πρὸς τοὺς Ῥωμαίους, πεμφθεὶς πρὸς τὸν Ἀντίοχον ὁ Ποπίλιος ἀποσχέσθαι αὐτὸν τῆς Αἰγύπτου οἶ γὰρ ἀδελφοί συνέντες τὴν τοῦ Ἀντιόχου διάνοιαν κατηλλάγησαν. ὡς δ’ ἐκεῖνος ὑπερέθετο τὴν ἀπόκρισιν , κύκλον ῥάβδῳ πέριξ αὐτοῦ περιέγραψε, κἀνταῦθα αὐτὸν ἑστηκότα ἀπῄτησε βουλεύσασθαί τε καὶ ἀποκρίνασθαι. ἐντεῦθεν δείσας ὁ Ἀντίοχος τὴν πολιορκίαν κατέλυσεν. ἀπαλλαγέντες δὲ τοῦ ἔξωθεν φόβου οἱ Πτολεμαῖοι, οὕτω γὰρ ἐκαλοῦντο ἀμφότεροι, αὖθις ἐστασίασαν. εἶτα συνηλλάγησαν αὖθις ὑπὸ τῶν Ῥωμαίων ἐφ’ ὧ τὸν μὲν πρεσβύτερον τὴν Αἴγυπτον καὶ τὴν Κύπρον, τὰ δὲ περὶ τὴν Κυρήνην ἔχειν τὸν ἕτερον · καὶ ταῦτα γὰρ τότε τῶν Αἰγυπτίων ἦν. ἀγανακτῶν δ’ ὁ νεώτερος διὰ τὴν ἐλάττωσιν ἐς τὴν Ῥώμην ἀφίκετο · καὶ εὕρατο παρ’ αὐτῶν καὶ τὴν Κύπρον. ὁ δὲ πρεσβύτερος συμβάσεις ἔθετο αὖθις πρὸς τὸν νεώτερον, πόλεις τέ τινας ἀντὶ τῆς Κύπρου δοὺς καὶ χρήματα καὶ σῖτον ταξάμενος συντελεῖν. Τοῦ δ’ Ἀντιόχου τελευτῶντος μετὰ τοῦτο καὶ παιδὶ ὁμωνύμῳ τὴν βασιλείαν καταλιπόντος , ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τρεῖς ἄνδρας ἐπιτρόπους δῆθεν, μικρὸς γὰρ ἦν, ἔπεμψαν. οἳ παρὰ τὰς συνθήκας εὑρόντες ἐλέφαντας καὶ τριήρεις , τούς τε ἐλέφαντας σφαγῆναι πάντας ἐκέλευσαν καὶ τἄλλα πρὸς τὸ τῆ Ῥώμῃ συμφέρον διῴκουν. δι’ ἅπερ Λυσίας ὁ τοῦ βασιλέως τὴν κηδεμονίαν ἐγκεχειρισμένος μένος παρώξυνε τὸ πλῆθος ἐκβαλεῖν τοὺς Ῥωμαίους, τὸν δὲ Γάιον τὸν Ὀκτάβιον καὶ ἀποκτεῖναι. καὶ τούτων γενομένων ὁ μὲν πρέσβεις εὐθὺς εἰς τὴν Ῥώμην ἀπέστειλεν ὑπὲρ τῶν πεπραγμένων ἀπολογούμενος, Δημήτριος δὲ ὁ Σελεύκου υἱὸς τοῦ παιδὸς Ἀντιόχου ὁμηρεύων ἐν τῇ Ῥώμῃ κατὰ τὸν τοῦ πατρὸς θάνατον καὶ ὑπὸ Ἀντιόχου τοῦ θείου τῆς βασιλείας ἐστερημένος, ὡς τὸν τοῦ Ἀντιόχου θάνατον ἔγνω , ᾔτει μὲν τὴν πατρῴαν ἀρχήν , οἱ δὲ οὔτε ταύτην αὐτῷ συνέπραξαν οὔτ’ ἀπᾶραι τῆς Ῥώμης ἐπέτρεψαν. καὶ ὃς καὶ δυσχεραίνων ὅμως ἡσύχαζεν. ἐπεὶ δὲ τὰ κατὰ τὸν Λυσίαν ἐγένετο, οὐκέτ’ ἐμέλλησεν, ἀλλ’ ἀπέδρα· καὶ ἐκ Λυκίας τῇ γερουσίᾳ ἐπέστειλε μὴ ἐπὶ τὸν ἀνεψιὸν τόν Ἀντίοχον , οὕτω γὰρ οἶ πάλαι τοὺς ἐξαδέλφους ἐκάλουν, ἀλλ’ ἐπὶ τὸν Λυσίαν τὴν ὁρμὴν ἔχειν, ὥστε τῷ Ὀκταβίῳ τιμωρήσειν. ἐς δὲ τῆς Συρίας ἐπειχθεὶς καὶ ταύτην προσαγαγόμενος ὡς ὑπὸ τῶν Ῥωμαίων ἐπὶ τὴν βασιλείαν σταλείς, τὴν γὰρ ἀπόδρασιν αὐτοῦ οὐδεὶς ἐνενόει, καὶ Ἀπαμείας κρατήσας δύναμίν τε συναγαγὼν ἐπὶ τὴν Ἀντιόχειαν ἤλασε, καὶ τό τε παιδίον καὶ τὸν Λυσίαν φιλικῶς ἀπαντήσαντας αὐτῷ, δεδιότες γὰρ τοὺς Ῥωμαίους οὐκ ἀντῆραν, διέφθειρε , καὶ τὴν βασιλείαν ἀνεκομίσατο, κἀν τῇ Ῥώμῃ στέφανον καὶ τοὺς τοῦ Ὀκταβίου αὐτοέντας ἀπέστειλεν. οἶ δὲ χαλεπαίνοντες αὐτῷ οὐδέτερον ἐδέξαντο. Μετὰ ταῦτα δ’ ἐπὶ Δαλμάτας οἶ Ῥωμαῖοι ἐστράτευσαν. τὸ δ᾿ ἔθνος τοῦτο ἔστι μὲν Ἰλλυριῶν τῶν παρὰ τὸν Ἰόνιον κόλπον , ὧν τινας Ταυλαντίους ὠνόμαζον Ἕλληνες, ἔχονται δὲ τοῦ Δυρραχίου ἐν μέρει. αἴτιον δὲ τοῦ πολέμου ὅτι τινὰς τῶν προσχώρων αὐτοῖς ἐν φιλίᾳ τοῖς Ῥωμαίοις ὄντας ἠδίκουν, συμπρεσβευσαμένοις τε ὑπὲρ αὐτῶν τοῖς Ῥωμαίοις οὐδὲν μέτριον ἀπεκρίναντο , ἀλλὰ καὶ τοὺς τῶν ἄλλων πρέσβεις συλλαβόντες ἀπέκτειναν. τούτους ὁ Σκιπίων ὁ Νασικᾶς ὑπέταξεν , ἐπ’ αὐτοὺς στρατεύσας· τάς τε γὰρ πόλεις αὐτῶν εἷλε καὶ τοὺς αἰχμαλώτους ἐπίπρασκε. καὶ ἄλλα δὲ κατ’ ἐκείνους συνέβη τοὺς χρόνους, οὐ μνήμης μέντοι οὐδ’ ἱστορίας ἄξια.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
