# Epitome historiarum (lib. 1‑18) 9.27.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/9.27.1

Οἱ δ’ ὕπατοι διά τε τὰ συμβάντα καὶ ὅτι τό ναυτικὸν αὐτοῖς ἐκ τῆς ἐν τῇ λίμνῃ διατριβῆς ἐνόσησεν ἔλυσαν τὴν πολιορκίαν. καὶ Μάρκιος μὲν ἐπιχειρήσας κατὰ θάλασσάν τι πρᾶξαι ἢ τὴν παραλίαν κακῶσαι, ὡς οὐδὲν ἤνυεν, ἀπέπλευσεν οἴκαδε· καὶ ἀνθυποστρέψας Αἰγίμουρον ἐχειρώσατο· Μανίλιος δὲ ὥρμησε μὲν εἰς τὴν μεσόγειον, κακούμενος δ’ ὑπὸ Ἱμίλκωνος τοῦ τῶν Καρχηδονίων ἱππάρχου, ὃν καὶ Φαμέαν ἐκάλουν, πρὸς τὴν Καρχηδόνα ἐπανελήλυθε. κἀκεῖ δὲ ἔξωθεν ὁ Ἀσδρούβας, ἔνδοθεν δ’ ἐπεξιόντες οἱ ἐν τῇ πόλει, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν αὐτὸν ἐκάκουν. καταφρονήσαντες οὖν οἱ Καρχηδόνιοι καὶ μέχρι τοῦ στρατοπέδου αὐτῶν ἐπῆλθον, καὶ συχνοὺς ἀποβαλόντες, ἄοπλοι γὰρ οἶ πλείους ἦσαν, εἰς τὸ τεῖχος αὖθις συνεκλείσθησαν. ὁ δὲ Μανίλιος τῷ Ἀσδρούβᾳ συμμίξαι μάλιστα εἵλετο, καὶ εἰ ἐκεῖνον νικήσει, ῥᾷον τοῖς λοιποῖς προσπολεμήσειν ἐνόμιζε. καί οἱ προσέμιξε · πρὸς δέ τι φρούριον ἀναχωροῦντι ἐπακολουθήσας , ἔλαθεν εἴσω χώρας τραχείας καὶ στενοπόρου γενόμενος, καὶ δεινῶς ἐκακώθη. καὶ πανσυδὶ ἂν διεφθάρη , εἰ μὴ Σκιπίων ὁ τοῦ Ἀφρικανοῦ χρησιμώτατος αὐτῷ ἐγένετο , ἀνὴρ ἄριστος μὲν νοῆσαι καὶ προβουλεῦσαι τὰ κράτιστα, ἄριστος δὲ χειρουργῆσαι · καὶ γὰρ τῷ σώματι ἔρρωτο, ἐπιεικής τε καὶ μέτριος ἦν· δι’ ἃ καὶ τὸν φθόνον ἐξέφυγεν. ἴσος μὲν γὰρ τοῖς ὑποδεεστέροις , οὐκ ἀμείνων δὲ τῶν ὁμοτίμων, ἐχιλιάρχει γάρ, ἀσθενέστερος δὲ τῶν μειζόνων ἠξίου εἶναι. ὁ οὖν Μανίλιος καὶ εἶπε τὰ περὶ αὐτοῦ καὶ ἐπέστειλε τοῖς ἐν τῇ Ῥώμῃ μή τι ἀποκρυψάμενος καὶ τἄλλα καὶ τὰ κατὰ Μασινίσσαν καὶ τὸν Φαμέαν· ἃ ἴσχον οὕτως. Θνήσκων ὁ Μασινίσσας ἠπόρει ὅπως περὶ τῆς βασιλείας διάθηται, διά τε τὸ τῶν υἱέων πλῆθος καὶ τὸ διάφορον τοῦ κατὰ τὰς μητέρας γένους αὐτῶν. διὸ πρὸς συμβουλίαν τὸν Σκιπίωνα μετεπέμψατο· ὃν ὁ ὕπατος ἔστειλεν. ἀλλ’ ὁ Μασινίσσας πρὶν ἐλθεῖν τὸν Σκιπίωνα ἐκλείπων τὸν μὲν δακτύλιον τῷ Μικίψᾳ τῷ υἱῷ ἔδωκε, τὰ δ’ ἄλλα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα τῷ Σκιπίωνι ἄρτι ἐλθόντι παρέσχεν καὶ ἐνετείλατο. ὁ οὖν Σκιπίων κατανοήσας τὰς προαιρέσεις τῶν υἱέων αὐτοῦ, οὐδενὶ μὲν αὐτόν μόνῳ τὴν βασιλείαν ἀπένειμε, τριῶν δὲ τῶν ἐλλογιμωτάτων ὄντων, πρεσβυτάτου μὲν Μικίψου, νεωτάτου δὲ Γουλούσσου, μέσου δὲ Μαστανάβου, τούτοις τὰ πράγματα, μεμερισμένως μέντοι, κατένειμε. τῷ μὲν γὰρ πρεσβυτάτῳ χρηματιστῇ τε ὄντι καὶ φιλοπλούτῳ τὴν διοίκησιν ἐνεχείρισε, τό δὲ μετ’ αὐτὸν τὰς διαφορὰς κρίνειν ἐπέτρεψε δικαστῇ ὄντι, τῷ δὲ Γουλούσσᾳ πολεμικῷ τυγχάνοντι τὰς δυνάμεις παρέδωκε. τοῖς δ᾿ ἀδελφοῖς αὐτῶν πολλοῖς οὖσι πόλεις τινὰς καὶ χώρας ἔνειμε. καὶ τὸν Γουλούσσαν παραλαβὼν πρὸς τὸν ὕπατον ἤγαγεν. Ἀρχομένου δὲ τοῦ ἱαρὸς ἐπὶ τοὺς τῶν Καρχηδονίων συμμάχους ἐστράτευσαν, καὶ πολλοὺς μὲν αὐτῶν βίᾳ, πολλοὺς δὲ ὁμολογίᾳ, καὶ μάλιστα ὁ Σκιπίων, παρεστήσαντο. ὡς δὲ ὁ Φαμέας ἀπογνοὺς τὰ τῶν Καρχηδονίων πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε καὶ εἰς λόγους τῶ Σκιπίωνι ἦλθε, τότε καὶ ἐπὶ τὸν Ἀσδρούβαν ἄπαντες ὥρμησαν. καὶ προσέμιξαν μὲν τῷ φρουρίῳ συχναῖς ἡμέραις, ἐπιλιπόντων δὲ αὐτοὺς τῶν ἀναγκαίων ἀνεχώρησαν εὐπρεπῶς. προσέβαλε γὰρ αὐτοῖς ὁ Φαμέας προσεδρεύουσιν ἔτι ὡς πολεμήσων καὶ ἐν τῷ ἔργῳ μεθ’ ἰππέων τινῶν ηὐτομόλησε. κἀντεῦθεν Μανίλιος μὲν εἰς τὴν Οὐτικὴν ἐλθὼν ἡσύχαζε, Σκιπίων δὲ τὸν Φαμέαν εἰς τὴν Ῥώμην ἀνήγαγε· καὶ αὐτός τε ἐπῃνεῖτο καὶ ὁ Φαμέας τετίμητο ὥστε καὶ ἐν τῷ βουλευτηρίῳ συγκαθῆσθαι τῇ γερουσίᾳ.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
