Ancient Greek · ~13 min
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.4.1
Not analysed yet
Ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ ἡ Σικελία καὶ ἡ Σαρδῶ ἄντικρυς ἐπολεμώθησαν. καὶ τὰ μὲν ἐν ταύταις δι’ ὀλίγου κατέστη ,καὶ ὁ Ἀσδρούβας ἐπικουρῶν αὐταῖς ἑάλω ,καὶ τὴν νῆσον μικροῦ πᾶσαν ἀνεκτήσατο Μάλλιος Τορκουάτος. καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ ἡσύχασε, μετὰ δὲ ταῦτα ἐταράχθη. ὁ δὲ τῆς Μακε- δονίας βασιλεὺς Φίλιππος φανερώτατος τόν Καρχηδονίων ἐγένετο σπουδαστής. τῆς γὰρ Ἑλλάδος προσεπάρξαι θέλων συνθήκας πρὸς τὸν Ἀννίβαν ἔθετο ὥστε κοινῇ πολεμῆσαι, καὶ τὴν μὲν Ἰταλίαν τοὺς Καρχηδονίους λαβεῖν ,τὴν δ’ Ἑλλάδα καὶ τῆν’ Ἤπειρον μετὰ τῶν νήσων ἐκεῖνον. ἡ μὲν οὑν ὁμολογία ἐπὶ τούτοις ἐγένετο, τοῦ κήρυκος δὲ τοῦ ὑπὸ Φιλίππου πεμφθέντος πρὸς τὸν Ἀννίβαν ἁλόντος ἔμαθον οἱ Ῥωμαῖοι τὸ γινόμενον ,καὶ παραχρῆμα στρατηγὸν ἐπ’ αὐτὸν Μάρκον Οὐαλέριον Λαουίνιον ἔστειλαν, ὅπως περὶ τοῖς οἴκοι δείσας κατὰ χώραν μείνῃ. καὶ ἔσχεν οὕτως · προῆλθε μὲν γὰρ μέχρι τῆς Κερκύρας ὁ Φίλιππος ὡς ἐς τὴν Ἰταλίαν πλευσόμενος, μαθὼν δὲ τὸν Λαουίνιον ἐς τὸ Βρεντέσιον ἤδη παρόντα οἴκαδε ἀνεκομίσθη. τοῦ Λαουινίου δὲ μέχρι τῆς Κερκύρας πλεύσαντος ,εἰς τοὺς τῶν Ῥωμαίων συμμάχους ὥρμησε, καὶ εἶλεν Ὤρικον, Ἀπολλωνίαν τ' ἐπολιόρκει. ἐπιστρατεύσας δ’ αὖθις αὐτῶ Λαουίνιος καὶ Ὤρικον ἀνεκτήσατο καὶ τὴν Ἀπολλωνίαν ἐρρύσατο. κἀντεῦθεν ὁ Φίλιππος τὰς ναῦς αἷς ἐκέχρητο καταπρήσας πεζῇ ἐπ’ οἴκου ἀνεχώρησεν. Οἱ δ' ἐν τῇ Ῥώμῃ ὑπάτους εἵλοντο τὸν Φάβιον καὶ τὸν Μάρκελλον. οἱ τὸν μὲν Ἀννίβαν τὴν νῦν Εαλαβρίαν καλουμένην καὶ τὰ περὶ αὐτὴν περιπορευόμενον τῷ Γράκχῳ τῷ πρὸ αὐτῶν ἄρξαντι ἐπέταξαν· καὶ ὃς Ἄννωνα περὶ Βενεβεντὸν ἀπαντήσαντά οἱ ἐκ Βρεττίων ἐτρέψατο ,κἀντεῦθεν προιὼν τόν τε Ἀννίβαν παρεφύλαττε καὶ τὰ τῶν ἀφεστηκότων ἐπόρθει, πόλεις τέ τινας ἀνεσώσατο· αὐτοὶ δὲ οἱ ὕπατοι πρὸς τὴν Καμπανίαν ἐτράποντο ,ἵν αὐτὴν χειρωσάμενοι μηδὲν κατόπιν πολέμιον ὑπολίπωσιν, οὕτω τε ἐπὶ τὸν Ἀννίβαν χωρήσωσιν. εἶτα διαιρεθέντες Φάβιος μὲν τά τε ἐκείνων τά τε τοῦ Σαυνίου κατ’ ἔτρεχε, Μάρκελλος δὲ εἰς τὴν Σικελίαν ἐπεραιώθη καὶ τὰς Συρακούσας ἐπολιόρκει, προσχωρησάσας μὲν αὐτῷ, εἶτ’ ἀποστάσας δόλῳ τινῶν ὑπὸ ψευδοῦς ἀγγελίας. καὶ δι’ ἐλαχίστου ἂν αὐτὰς ἐχειρώσατο καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἅμα προσβαλὼν τῷ τείχει, εἰ μὴ ὁ Ἀρχιμήδης μηχαναῖς ἐπὶ πλεῖστον αὐτοὺς ἐποίησεν ἀντισχεῖν. καὶ λίθους γὰρ καὶ ὁπλίτας μηχανήμασιν ἀπαρτῶν καθίει τε ἐξαπιναίως αὐτοὺς καὶ ἀνέσπα δι’ ὀλίγου. ταῖς δὲ ναυσὶ καὶ ταῖς πυργοφόροις ἑτέρας ἐπιρρίπτων ἀνεῖλκέ τε αὐτὰς καὶ μετεωρίζων ἀθρόως ἠφίει, ὥστε ἐμπιπτούσας εἰς τὸ ὕδωρ ῥύμῃ βαπτίζεσθαι. καὶ τέλος σύμπαν τὸ ναυτικὸν τῶν Ῥωμαίων παραδόξως κατέπρησε. κάτοπτρον γάρ τι πρὸς τὸν ἤλιον ἀνατείνας τήν τε ἀκτίνα αὐτοῦ ἐς αὐτὸ εἰσεδέξατο καὶ τὸν ἀέρα ἀπ’ αὐτῆς τῇ πυκνότητι καὶ τῇ λειότητι τοῦ κατόπτρου πυρώσας φλόγα τε μεγάλην ἐξέκαυσε καὶ πάσαν αὐτὴν ἐς τὰς ναῦς ὑπὸ τὴν τοῦ πυρὸς ὁδὸν ὁρμούσας ἐνέβαλε καὶ πάσας κατέκαυσεν. ἀπογνοὺς οὖν ὁ Μάρκελλος τὴν πόλιν αἱρήσειν διὰ τὸ τοῦ Ἀρχιμήδους εὐμήχανον ,λιμῷ αὐτοὺς κατασχεῖν ἐκ προσεδρείας διεμελέτησε. καὶ ταύτας μὲν τῷ Πούλχρῳ ἐπέτρεψεν, αὐτὸς δ’ ἐπὶ τοὺς συναποστάντας σφίσιν ἐτράπετο · καὶ τοῖς μὲν γνωσιμαχοῦσι συγγνώμην ἔνεμε, τοὺς δ' ἀνθισταμένους μετεχειρίζετο χαλεπῶς, καὶ συχνὰς μὲν τῶν πόλεων βίᾳ ,τινὰς δὲ καὶ προδοσίᾳ ᾕρει. ἐν τούτοις δ' Ἱμίλκων ἐκ Καρχηδόνος σὺν στρατῷ ἧκε ,τὸν Ἀκράγαντά τε κατέσχε καὶ τὴν Ἡράκλειαν ,καὶ πρὸς Συρακούσας ἐλθὼν ἡττήθη τε καὶ ἀντεπεκράτησε, καὶ τοῦ Μαρκέλλου ἐξαπίνης αὐτῷ προσπεσόντος αὖθις ἐνικήθη.