Ancient Greek · ~18 min
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.6.1
Not analysed yet
Λαουίνιον τὸν Οὐαλέριον ἐχειροτόνησαν. ἀπελθόντος δὲ τοῦ Μαρκέλλου ἐκ Σικελίας, δύναμιν ἱππέων ἐς αὐτὴν ὁ Ἀννίβας ἀπέστειλε, καὶ ἑτέραν οἱ Καρχηδόνιοι ἔπεμψαν · καὶ μάχαις τισιν ἐνίκησαν καὶ πόλεις προσεποιήσαντο· καὶ εἴ γε μὴ Κορνήλιος Δολοβέλλας στρατηγὸς ἐπελήλυθε ,πᾶσαν τὴν Σικελίαν ἐχειρώσαντο ἄν. Καὶ ἡ Καπύη δὲ τότε ἑάλω παρὰ Ῥωμαίων, καίτοι τοῦ Ἀννίβου ἐς τὴν Ῥώμην ὁρμήσαντος ,ἔν ἀπὸ τῆς Καπύης τοὺς πολιορκοῦντας αὐτὴν ἀπάξῃ, καὶ διὰ τῶν Λατίνων ἐλάσαντος καὶ πρὸς τὸν Τίβεριν ἐλθόντος καὶ πορθοῦντος τὰ πρὸ τοῦ ἄστεος. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἐφοβήθησαν μέν, ἐψηφίσαντο δὲ τὸν ἕτερον τῶν ὑπάτων ἐν Καπύῃ μείναι, τὸν δ' ἕτερον αὐτοῖς ἐπαμῦναι. καὶ Κλαύδιος μὲν ἐν τῇ Καπύῃ κατέμεινεν ,ἐτέτρωτο γάρ, Φλάκκος δὲ πρὸς τὴν Ρώμην ἠπείχθη. Τοῦ δ’ Ἀννίβου τάς τε καταδρομὰς ἐν τοῖς ὀφθαλ- μοῖς αὐτῶν ἀεὶ ποιουμένου καὶ πολλὰ δεινὰ δρῶντος, τὸν μὲν ἄλλον χρόνον ἠγάπων ,εἰ τά γε ἐντὸς τῶν τειχῶν περισώσαιντο ,ἐπεὶ δὲ καὶ τῇ πόλει καὶ τοῖς στρατοπέδοις ἅμα προσβαλεῖν ἔμελλεν ,ἀνερρίψαντο, τὸ τοῦ λόγου ,κύβον, καὶ ἐπεξέδραμον. καὶ ἀκροβολιζομένων ἤδη χειμὼν ἐξ αἰθρίας ἐξαίσιος ἐπεγένετο μετὰ πνεύματος ἀμηχάνου βροντῶν τε καὶ χαλάζης καὶ ἀστραπῶν ,ὥστ’ ἄμφω ἀγαπητῶς ὡς ἐκ συνθήματος ἀναφυγεῖν ὅθεν ὥρμησαν. ἄρτι τε τὰ ὅπλα κατετίθεντο καὶ αἰθρία ἐγένετο. ὁ γοῦν Ἀννίβας, καίτοι οὐκ ἀθεεὶ λογισάμενος παρὰ τὸν τῆς συν- όδου καιρὸν συνενεχθῆναι τὰ γεγονότα, ὅμως οὐκ ἀπέστη τῆς πολιορκίας, ἀλλὰ καὶ αὖθις μετὰ τοῦτο συμβαλεῖν ἐπεχείρησεν. ὡς δὲ καὶ τότε τὰ αὐτὰ συνέβη, κατέδεισε. καὶ προσεκπλαγεὶς ὅτι ἐν τηλικούτῳ κινδύνῳ ὄντες οὔτε τῆς Καπύης ἀπέστησαν καὶ ἐς τὴν Ἰβηρίαν καὶ στρατιώτας καὶ στρατηγὸν πέμψειν ἔμελλον, καὶ ὅτι χρημάτων δεηθέντες ἐπώλησαν ἄλλα τε καὶ τὸ χωρίον ἐν ᾧ ἐστρατοπεδεύετο δημόσιον ὄν, καὶ ἀπογνούς ,ἀπανέστη, πολλάκις ἀναβοήσας "ὦ Κάνναι Κάνναι.’’ καὶ οὐδὲ τῇ Καπύῃ ἔτ’ ἐπικουρῆσαι ἠθέλησεν. Οἱ δὲ καίπερ ἐν ἀσθενεστάτοις ὄντες, ἅμως ἀπογνόντες ὡς οὐ τευξόμενοι συγγνώμης παρὰ Ῥωμαίων ἀντεῖχον, καὶ τῷ Ἀννίβᾳ ἐπέστειλαν ,βοηθήσειν αὐτοῖς ἀξιοῦντες. συλληφθέντες δὲ οἱ τῶν ἐπιστολῶν κομισταὶ παρὰ τοῦ Φλάκκου ,ὁ γὰρ Κλαύδιος ἔφθη τεθνηκὼς ἐκ τοῦ τραύματος, τὰς χεῖρας ἀπετμήθησαν. οὓς ἰδόντες οἱ Καμπανοὶ δεινῶς κατεπλάγησαν καὶ ὅ,τι πράξουσιν ἐβουλεύοντο. λεχθέντων δὲ πολλῶν, Ἰούβιός τις Οὀίριος ἐν τοῖς πρώτοις αὐτῶν ὢν καὶ τῆς ἀποστάσεως αἰτιώτατος "μία ἡμῖν ἐστιν ἔφη ‘‘καταφυγὴ καὶ ἐλευθερία ὁ θάνατος. καί μοι ἀκολουθήσατε οἴκαδε· ἔχω γάρ τι φάρμακον παρεσκευασμένον.’’ καὶ ὁ μὲν παραλαβὼν τοὺς αὐτῶ πεισθέντας ἑκούσιος ἀπέθανε σὺν αὐτοῖς, καὶ οἶ λοιποὶ τὰς πύλας τοῖς Ρωμαίοις ἀνέῳξαν · ὁ δὲ Φλάκκος τά τε ὅπλα αὐτῶν καὶ τὰ χρήματα πάντα ἀφείλετο, καὶ τῶν ἀνδρῶν τῶν κορυφαίων τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ ἐς τὴν Ῥώμην ἔπεμψε, μόνων δ’ ἀπέσχετο τόν ἐκ τοῦ ὁμίλου περιλειφθέντων ἐπὶ τῷ καὶ ἄρχοντα αὐτοὺς Ῥωμαῖον λαμβάνειν καὶ μήτε βουλὴν ἔχειν μήτε σύνοδον ποιεῖσθαι. Ὕστερον δὲ καὶ ἄλλα τινὰ προσεπῶφλον ,κατηγορῆσαι τοῦ Φλάκκου τολμήσαντες. ἐπεχείρησαν δὲ καὶ οἶ Καμπανοὶ τοῦ Φλάκκου κατηγορῆσαι ,καὶ τοῦ Μαρκέλλου οἱ Συρακούσιοι ὑπατεύοντος ἤδη. καὶ ἀπελογήσατο · οὐ γὰρ ἠθέλησε πρᾶξαί τι τῶν τῇ ἀρχῇ προσηκόντων πρὶν ἀπολογήσασθαι. οἶ Συρακούσιοι δὲ καταστάντες εἰς λόγους οἰκονομικώτερον τῇ διαλέξει ἐχρήσαντο ,οὐκ εἰς κατηγορίαν τοῦ Μαρκέλλου, ἀλλ’ εἰς ἱκετείαν τραπέντες καὶ ἀπολογίαν τοῦ μὴ ἑκόντες ἀποστῆναι Ῥωμαίων ,καὶ συγγνώμης τυχεῖν ἀξιοῦντες. καὶ ταῦτα λέγοντες εἰς τὴν γῆν πεσόντες ὠλοφύροντο. καὶ διαγνώμης γενομένης ἔδοξε τὸν Μάρκελλον μὲν μηδὲν ἀδικεῖν, τοὺς μέντοι Συρακουσίους φιλανθρωπίας τινὸς ἀξίους εἶναι, οὐκ ἐξ ὧν ἐποίησαν, ἀλλ’ ἐξ ὧν εἶπόν τε καὶ ἱκέτευσαν. τοῦ δὲ Μαρκέλλου παραιτησαμένου τὸ ἀπελθεῖν εἰς Σικελίαν ,τὸν Λαουίνιον ἔπεμψαν. καὶ οἶ μὲν Συρακούσιοι οὕτως τινὸς συγγνώμης ἔτυχον, οἶ δὲ Καμπανοὶ ὑπ’ ἀπαιδευσίας θρασύτερον τῇ κατηγορίᾳ χρησάμενοι καὶ ἐπετιμήθησαν, μηδὲ παρόντος τοῦ Φλάκκου, ἀλλά τινος τῶν ὑπεστρατηγηκότων αὐτῷ ἀπολογησαμένου. Ἁλούσης δὲ τῆς Καπύης καὶ τἄλλα τὰ πέριξ πο- λίσματα τοῖς Ῥωμαίοις προσκεχωρήκασι πλὴν Ἀτελανῶν· οὗτοι γὰρ ἐκλιπόντες τὴν πόλιν αὐτῶν πανδημεὶ πρὸς τὸν Ἀννίβαν ἐχώρησαν. καὶ ἡ ἄλλη δὲ Ἰταλία ἡ τὰ τῶν Καρχηδονίων φρονοῦσα ἠλλοιοῦτο, καὶ περιιόντες οἱ ὕπατοι προσεποιοῦντο αὐτήν. Ταραντῖνοι δὲ φανερῶς μὲν οὐδέπω τὰ τῶν Ῥωμαίων ᾑροῦντο, λάθρᾳ δὲ τοῖς Καρχηδονίοις ἤχθοντο. Οἱ δ’ ἐν τῇ Ῥώμῃ διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ ἀνταπόδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι. οὐ κατηλλάξαντο δὲ αὐτούς ,ἐπεὶ οὐκ ἐδέξαντο τὸν Καρθάλωνα τοῦ τείχους ἐντός, ὡς πολέμιον· οὐδ’ ἐς λόγους γὰρ αὐτοῖς ἐλθεῖν ἠθέλησεν, εὐθὺς δὲ ὠργισμένος ἀνέστρεψε. Τότε μέντοι καὶ ὁ Λαουίνιος τοὺς Αἰτωλοὺς συμμαχοῦντας Φιλίππῳ προσηταιρίσατο ,καὶ τὸν Φίλιππον μέχρι Κερκύρας προχωρήσαντα αὖθις ἐξεφόβησεν, ὥστε καὶ ἐς τὴν Μακεδονίαν τάχει ἐπανελθεῖν.