# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 111.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 111.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/111.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/111.2

Πρῶτον μὲν οὖν, ὡς οἶσθα καὶ αὐτὸς, πᾶσα θεό- C πνευστος Γραφή, ἄτε τριμερεῖ τῷ ἀνθρώπῳ ὑπάρχοντι, τριμερὴς ἐκ τῆς θείας δεδωρήται χάριτος· καὶ ταύτης οἷον τι σῶμα τὸ γράμμα καὶ ἡ κατ’ αἰῶνην ἱστορία καθέστηκεν· οἰονεὶ δὲ ψυχή, ἡ τροπολογία, ἐξ αἰσθήτων ἐπὶ τὰ νοητὰ ποδηγοῦσα τὸν ἀναγιγνώσκοντα· καθάπερ δὲ πνεῦμα, ἡ τῶν μελλόντων καὶ ὑψηλοτέρων ἀναγωγὴ καὶ θεωρία πέρηγεν· ὡς τὴν μὲν πρώτην, πρέπειν τοὺς ἐκ [τοῦ] νόμου παιδαγωγουμένους· τὴν δὲ δευτέραν, τοὺς πολιτευσμένους ἐν χάριτι· τὴν δὲ τρίτην, τῇ μακαρίᾳ λήξει, ἐν ᾗ τὸ πνεῦμα βασιλεύει, ὑποταγέντων αὐτῷ πάντων τῶν σαρκικῶν λογισμῶν τε καὶ κινήσεων. Καὶ τὸ μὲν πρότερον, ἱστορίας πραγμάτων ἤδη γεγενημένων ἐφήρμοζεν, εἰ καὶ τοὺς προδρόμους τῆς ἀληθείας τύπους οὐ μικρῶς καὶ αὐτὸ [πολλοχόῦ] κε- D κκλῴδισται· τὸ δὲ δεύτερον, ταῖς τε παροιμιακαῖς παραίνεσις, καὶ ἑτέροις τοιούτοις διδασκαλικοῖς ἤθεσιν· οἷον, Ἀκανθας γίνονται ἐν χειρὶ τοῦ μεθούσου· καὶ, Αἰσχυνθήσει, φησί, Σίδων, εἴπερ ἡ Θάλασσα, καὶ τὰ τοιούτοις ὅμοια. Τὸ δὲ τρίτον, δηλαδὴ τὸ πνευματικόν, ἐν τῇ Ἀποκαλύψει μάλιστα τοῦ Θεολόγου ἀνδρὸς πλεονάζον εὑρίσκεται, διαφιλῶς μὲν σὺν τῷ τροπολογικῷ ἤδη καὶ τῷ ἱστορικῷ, πᾶν τοὺς ἄλλους προφήτας δρώμενον· ἐν τούτῳ δὲ πλεονάζον μάλιστα, ἄτε τοῖς τελευτατέροις περὶ τὴν γνώσιν θεοδὲν κελεύσθον διαγγέλλεσθαι. Διὸ καὶ ἡμεῖς, οὐχ ὡς τὰ βάθη κατειληφότες τοῦ ἐν αὐτῷ κρυμμένου

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
