# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 117.5

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 117.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/117.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/117.5

[Τὴν δὲ φωνὴν αὐτοῦ ὡς φωνὴν ὑδάτων πολλῶν λέγει εἰκῶτως. Κοινὴ γὰρ ἡ φωνὴ αὐτοῦ τε καὶ τοῦ Πνεύματος· οὐ ποταμοὶ ἐκ τῆς κοιλίας τῶν πιστῶν ζῶντος ὕδατος ἔρρευσαν, καὶ εἰς πᾶσαν τὴν γὴν διαπρύσιον ἦλθσαν. “Ἀστῆρας δὲ ἐπτά, παρακαταθὼν τοὺς τῶν Ἐκκλησιῶν φησιν ἀγγέλους. “Ῥομφαίαν δὲ δίστομον, τὴν κατὰ τῶν ἀσεβῶν φησιν ἀπόφασιν, τὴν τομωτέραν ὑπὲρ πᾶσαν μάχαιραν δίστομον· ἢ καὶ [τὴν] περιτεμνοῦσαν μάχαιραν τοῦ Πνεύματος, τὸν ἐντὸς ἡμῶν ἄνθρωπον. Τὸ δὲ πρόσωπον αὐτοῦ φαίνειν ὡς ἥλιον, οὐκ αἰσθητὴν τὴν αἴγλην, ἀλλὰ νοητὴν, δήλον. “Ἥλιος γὰρ ἐστι δικαιοσύνης, τῇ οἰκείᾳ δυνάμει καὶ ἐξουσίᾳ καταυγάζων· οὐ καθὼς ὁ αἰσθητὸς ἥλιος, ὡς κτίσμα, θεοσδοτῶ [δὲ] δυνάμει καὶ θεῷ προστάγματι.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
