# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 124.1-7

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 124.1 to 124.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/124.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/124.1

τοῦ παρόντος βίου διασκεδάσοντας · οὐ ταῖς ἀκτίσι καὶ ἡμῖς ἐλλαμφοθεῖσιν, εὐδοκία τοῦ Πατρὸς, οὖν τῷ παναγίῳ Πνεύματι · Φ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἄλλ᾽ ὀλίγα ἔχεις ὀνόματα ἐν Σάρδεσιν· οἱ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν · καὶ περιπατήσουσι μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἀξιοὶ εἰσιν. [Ἄλλ᾽ ὀλίγοι εἰσιν οἱ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν.] — Τοῦτο, φησί, καλὸν κέκτησαι· ἔχεις τινὰς τοὺς τὸ ἱμάτιον τῆς ψυχῆς ῥυπαραῖς πράξεσι μὴ μιάνοντας· οἱ μετ᾽ ἐμοῦ ἐν τῇ παλινγενεσίᾳ λαμπροφορήσουσιν, ὡς τηρήσαντες ἀσπίλον τὸ τῆς ἀφθαρσίας ἔνδυμα. Ὁ νικών, οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς. καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα ΚΕΦΑΛ. Ζ᾽. ΛΟΓΟΣ Γ᾽. Τὰ δηλωθέντα τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν Ἐκκλησίας. Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν Ἐκκλησίας γράφων · Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ, καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. Ἐπτὰ ἀστέρας, θεῖους ἀγγέλους προέφημεν · καὶ ἑπτὰ πνεύματα, ἢ τοὺς αὐτούς, ἢ τὰς ἐνεργείας τοῦ ζωοποιοῦ Πνεύματος · ἅπερ ἀμφότερα ἐν τῇ χειρὶ τοῦ Χριστοῦ εἰσι. Τῶν μὲν γὰρ ὡς Δεσπότης κρατεῖ · τοῦ δὲ Πνεύματος ἐστι χορηγός, ὡς ὁμοούσιος. Ἐπιπλήττει δὲ τῇ Ἐκκλησίᾳ, ὡς φιλὸν ὄνομα ζώσης ἔχουσαν πίστεως, νεκρομένην δὲ [οὖσην] ἐξ ἀγαθῶν πράξεων. Γίνου γρηγορῶν · καὶ στήριξον τὰ λοιπὰ ἃ ἐμέλλον ἀποθανεῖν. Οὐ γὰρ εὗρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ [μου]. Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανοήσον. Γενοῦ γρηγορῶν.—Τὸν ὕπνον, φησί, τῆς ραθυμίας ἀποτίναξαι, καὶ τὰ μέλη σου τὰ ἀποθνῄσκοντα τῇ ἀπιστίᾳ μέλλοντα, στήριξον · οὐ γὰρ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἔργων στεφανοῖ τὸν ἐργάτην, ἀλλὰ τὸ πλήρωμα. [Μνημόνευε γοῦν πῶς εἴληφας καὶ ἤκουσας ·] καὶ τὴν παράδοσιν ἣν ἐκ τῶν ἀποστόλων παρέλαβες, τήρησον, καὶ ἐπὶ τῇ ραθυμίᾳ σου μετανοήσον.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
