# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 128.4

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 128.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/128.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/128.4

B Διὰ δὲ τοῦ θρόνου ἡ βασιλεία καὶ ἡ ἀνάπαυσις τοῦ μέλλοντος αἰῶνος· δείκνυται. Φησὶ τοίνυν, ὅτι Οἱ τὸν ἐχθρὸν νικήσαντες, συνδοξαθήσονται μοι καὶ συμβασιλεύσουσι. Τὸ δὲ, Ὦς κἀγὼ ἐνίκησα, ἀνθρώπινως εἴρηται, διὰ τὴν πρόσληψιν. Οὐ γὰρ ἄλλον ἀρετῆς τὴν βασιλείαν ὁ Θεὸς Λόγος ἐκτήσατο (καὶτὴν γὰρ ἔχει οὐσιωδῶς [ὡς] ἀτίδιον. Εἰ γὰρ μὴ τοῦτο, οὐκ ἂν ἐτέρους μεταδίδων ταύτης ἠδύνατο, ἀλλὰ κατὰ τὸν Θεολόγον καὶ τῆς βροντῆς υἱόν, ἐκ τοῦ πληρώματος αὐτοῦ τοῖς ἁγίοις [πᾶσι] μετεδωκεν· ὅθεν καὶ τοῖς ἱεροῖς ἀποστόλοις· ἐπηγγείλατο καθίσαι ἐπὶ δώδεκα θρόνους· κρίνειν τὰς [δώδεκα] φυλὰς τοῦ Ἰσραὴλ μέλλοντος. Ἐπειδὴ γὰρ [δι’ ἡμᾶς] ἄνθρωπος γέγονε, Θεὸς ὑπάρχων καὶ βασιλεύς προαγίων, καὶ πάντων τῶν ἡμετέρων ἁμαρτίας χωρὶς μετέσχηκεν, πάντων τῶν ἑαυτοῦ τοῖς νικηταῖς τοῦ διαβόλου μετέδωκε, καθὼς ἦν δυνατὸν ἀνθρώποις· ὑποδεξάσθαι.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
