# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 131.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 131.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/131.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/131.1

εἰσε τὰς ἀρετὰς τὰς τέσσαρας, καὶ τὰ τέσσαρα Εὐαγγέλια, ὡς ἑτέροις καλῶς ἔχειν λελόγισται· τοῦ μὲν Ἰέοντος δηλοῦντος τὴν ἀνδρείαν καὶ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον, ὡς φησιν Εἰρηναῖος· διὰ τὸ τῆς προαιωνίου βασιλείας τοῦτο σημαντικόν· ἐν ἀρχῇ γὰρ εἶπεν τὸν Λόγον ἐκήρυξε· τοῦ δὲ μόσχου, εἰς τοὺς οἰκείους ἀρχομένου πόνους, τὴν δικαιοσύνην καὶ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον, ὡς νομικῶς καὶ ἱερατικῶς τὸν Χριστὸν γενεαλογήσαν· τοῦ δὲ λεοντος, τὴν σωφροσύνην· ταύτην γὰρ [φλεῖν] μαρτυρεῖται [τοῦτο] τὸ ζῷον· καὶ τὸ κατὰ Μᾶρκον Εὐαγγέλιον, ὡς σύντομον καὶ ἀπὸ τοῦ προφητικοῦ Πνεύματος ἀρξάμενον· τοῦ δὲ ἀνθρώπου τὴν φρόνησιν, καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον, ὡς φύσει καὶ ὡς νόμῳ κηρύξαν τὴν [τοῦ] Χριστοῦ γέννησιν. Εἰκὸς δὲ διὰ τούτων καὶ τὴν οἰκονομίαν [τοῦ] Χριστοῦ δηλοῦσθαι· διὰ τοῦ λέοντος, ὡς βασιλέως· διὰ τοῦ μόσχου, ὡς ἱερέως, μᾶλλον δὲ καὶ ἱερείου· διὰ τοῦ ἀνθρώπου, ὡς δι’ ἡμᾶς ἀνθρωπέντος· διὰ δὲ τοῦ λεοντος, ὡς χορηγοῦ τοῦ ζωοποιοῦ Πνεύματος, τοῦ ἐπιπτάντος ἡμῖν ἄνωθεν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
