# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 131.4-132.27

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 131.4 to 132.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/131.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/131.4

Καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν, ἡμέρας καὶ νυκτὸς λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος. Ἀνάπαυσιν δὲ ταῖς ἁγίαις ταύταις δυνάμεσι, τὸ ἐκ τῆς θείας ὁμωψίας μὴ παύεσθαι, καὶ τὸν τρισσὸν ἁγιασμὸν τῇ τριπροσώπῳ προτρέψιν Θεότητι. Τὸ δὲ, Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος [ὁ παντοκράτωρ], τὴν ἁγίαν Τριάδα δηλοῦν ἔφημεν. Καὶ ὅταν δώσουσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ὄντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, πσεύονται οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου· καὶ προσκυνήσουσιν αὐτῷ. [Πσεύονται οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι. —] Διὰ τούτων δηλοῦται, καὶ τοὺς νοηθέντας ἡμῖν πρεσβυτέρους κοινωνοὺς εἶναι [τῆς ὁμωψίας] τῶν οὐρανίων δυνάμεων· ὁμολογοῦντας ἐκ Θεοῦ κεκοιμηθῆναι τῆς [κατὰ] τῶν νοητῶν ἐχθρῶν νίκης τὴν δύναμιν. Καὶ βαλοῦσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον Α τοῦ θρόνου, λέγοντες· Ἄξιος εἶ, Κύριε ὁ Θεὸς γίσιν, ἣν οὐδεὶς ἀνοῖξαι τῆς κτίσεως φύσεως δύναται. Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, βίβλον γεγραμμένην ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένην σφραγίσιν ἐπτά. Βίβλιον τὴν πάνσοφον τοῦ Θεοῦ μνήμην νοοῦμεν, ἐν ᾗ πάντες, κατὰ τὸν [ἑἰον] Δαβὶδ, γράφονται, καὶ τῶν θείων κριμάτων τὴν ἄβυσσον. Ταύτης δὲ τὰ μὲν ἔσω, διὰ τὸ πνεῦμα, [εὐληπτα οὐκ εἰσιν, ἀλλὰ] δυστέχμαρτα τὰ δὲ ἔξω, διὰ τὸ γράμμα εὐληπτό- ἡμῶν, λαβεῖν [ὁ ἄγιος] τὴν δόξαν καὶ τὴν τιμὴν τερα. Τὰς δὲ ἐπτά σφραγίδας, ἢ τὴν τελείαν τῆς βίβλου ἀσφάλειαν καὶ πᾶσιν ἄγνωστον [δηλοῦν φημι], ἢ τὰς οἰκονομίας τοῦ ἐρευνόντος τὰ βάθη τοῦ θείου Πνεύματος· ἃς λύσαι πᾶσας οὐδεμία κτιστὴ φύσις δύναται. Βίβλος δὲ καὶ ἡ προφητεία νοεῖται· ἣν αὐτὸς ὁ Χριστὸς ἐν τῷ Εὐαγγελίῳ πεπληρώσθαι ἔφη· ἥς τὰ ἕξης ἐπ’ ἐσχάτων πληρωθήσεται. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα [ἐν] φωνῇ μεγάλῃ· Τίς ἀξίός ἐστιν ἀνοῖξαι τὸ βιβλίον, καὶ λύσαι τὰς σφραγίδας αὐτοῦ; Καὶ οὐκαὶ

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
