# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 136.6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 136.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/136.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/136.6

Διὰ δὲ τοῦ μέλανος ἵππου τὸ πένθος δηλοῦσθαι νομίζομεν, τὸ ἐπὶ τοὺς ἐκπεσοῦσι τῆς εἰς Χριστὸν πίστεως, διὰ τὴν ὑπερβολὴν τῶν κολάσεων· τὸν δὲ ζυγὸν, δοκιμαστὴν εἶναι τῶν τε δι' εὐκολίαν γνώμης ἢ κενοδοξίαν, τῶν τε διὰ σῶματος ἀσθένειαν ἐκπεπτωκότων τῆς πίστεως, Χοίνιξ σίτου, δηναρίῳ. Εἰκὼς μὲν καὶ αὐθιπὸν λίμνην τοῦτε γενέσθαι, καθὼς καὶ ἐν τοῖς ἐξῆς ῥηθήσεται· τὸν δὲ τοῦ σίτου χοίνικα τὸν δηναρίῳ ἄξιον, τροπικῶς δηλοῦν τοὺς νομίμως ἀθλήσαντας, καὶ τῆς δοθείσης εἰκόνος τῆς θείας ἀκριβῶς φύλακας. Τοὺς δὲ τρεῖς χοίνικας τῆς κριθῆς, τοὺς κτηνοπρεπῶς τοὺς διώχθαις δι' ἀνανδρίαν ὑποψάσαντας, ἀναλόγως δὲ μετα-οῦσαντας ὕστερον, καὶ τὴν βυπανθέσαν εἰκόνα δακρύσιν ἀποπλύνοντας. Τὸ μέντοι ἐντάλλεσθαι μὴ ἀδικεῖσθαι τὸν οἶνον καὶ τὸ ἔλαιον, τὸ μὴ ἀθετεῖσθαι λέγει τὴν δι' ἐπιστροφῆς [τοῦ] Χριστοῦ ἰατρείαν, ἢ τοὺς ἐμπεπτωκότας τοὺς λησταῖς καὶ τραυματισθέντας θεραπεύσαι, καὶ μὴ ἴσασί προσαρπαγῆναι θανάτῳ τούτους διὰ μακροθυμίαν τὴν ἦνταν ἐμελλον ἀναμαχῆσασθαι. Ἵνα τοίνυν καὶ ἡμεῖς φιλάνθρωπον ἰατρὸν τὸν Θεὸν ἐπὶ τοὺς ψυχικοὺς ἡμῶν πάθεσι κτησόμεθα, τοιούτοι τοὺς ἀδελφοὺς ἡμῶν σφαλλομένους γενέσθαι σπουδάσωμεν, τῷ ἐλαίῳ τῆς συμπάθειας μεμιγμένον τὸν τῆς παραίνεσεως οἶνον [τούτοις] προσφέροντες· Ἵνα μὴ τὴν χαλδὸν ἐκτραπῇ, ἵασθ δὲ μᾶλλον, κατὰ τὸν [δεῖον] Ἀπόστολον· ὅπως Θεοῦ συνεργοὶ γενόμενοι, τοὺς αὐτοῦ ἀγαθοὺς αἰωνίως ἐντρυφήσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μὴ οὐ τῷ Πατρὶ, ἅμα τῷ ἀγίῳ Πνεύματι, δόξα, [κράτος, νῦν καὶ ἀεὶ καὶ] εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
