# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 144.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 144.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/144.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/144.3

[Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων.] — Ἰδοὺ μία ἐκκλησία ἀγγέλων καὶ ἀνθρώπων· καὶ οἱ πάλαι τοῖς ἁγίγέλοις ἀνθρώποις καταπληκτικοὶ φαίνεσθαι, καθὼς διὰ τοῦ Δανιὴλ ἐγνωμεν, τότε συλλειτουργοὶ ἀνθρώποις γενήσονται· εἴτε κατὰ τινὰς τῶν ἀγίων ἐν τοῖς οἰκείοις σώμασι διὰ τὴν ἐν τῷπῃ περιγραφὴν αὐτοῖς ἐμφανιζόμενοι· εἴτε καθ' ἑτέρους, ὡς τὸ τριχὴ διαστατὸν ἐν μήκει καὶ πλάτει καὶ βάθει μὴ ἔχοντες· ὅπερ σωμάτων ἴδιον· οὐκ ἐν τῇ οἰκείᾳ φύσει φαινόμενοι, ἀλλὰ κατὰ τὸ δοκοῦν τῷ Θεῷ τυπουμένοι καὶ σχηματιζόμενοι. Κύκλῳ μέντοι τῶν χερουβὶμ καὶ τῶν πρεσβυτέρων ἐστώτες, ἐμφαίνουσι διὰ τῆς στάσεως τὸ τῆς τιμῆς μέγεθος· ἡ δοξάζονται οἱ [διὰ] τοῦ ἀριθμοῦ τῶν πρεσβυτέρων δηλούμενοι. Ὅφ' ὧν πάντων ἡ εὐχαριστία τῷ Θεῷ ἐπὶ ταῖς θεοπρεπεσὶν αὐτοῦ εἰς τὴν σύμπασαν κτίσιν οἰκονομίαις ὑπὲρ ἡμῶν ἀναπεμφθήσεται.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
