# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 147.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 147.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/147.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/147.3

Διὰ τούτων πάντων τὰ πρὸ τῆς συντελείας χαρακτήριζονται φόβητρα, καθάπερὲν τῷ Σινᾷ ὧρει θείας παρουσίας ἐγναιρίζοντο σύμβολα, πάντας καταπλήττοντα, καὶ πρὸς ἐπιστροφὴν τοὺς εὐγνωμονεστέρους ἐνάγοντα. Ἄγγελοι δὲ τοὺς διακονοῦσιν, ὡς ἱατροὶ συμπαθεῖς Χριστομιμήτως · καυτήσοι καὶ τομαῖς τοὺς τὴν δεινοτάτην τῆς ἁμαρτίας νόσον ἀσθενούντας θεραπεύοντες · ἢ τὸ γε μετριώτερον, τοῖς ῥᾳθυμοτέροις τὴν μᾶλλον ἐπικουφίζοντες κόλασιν, εἰ ὁπωσοῦν εὐχαρίστως ἐνέγκωσιν. Ἡμᾶς δέ, τοὺς τῷ τιμίῳ [τοῦ] Χριστοῦ ἐσφραγισμένους ὀνόματι, καὶ τὴν δόξαν τῶν ἁγίων ἐπιποθούντας , καὶ τοῖς ἐνταῦθα ἀλγεινοῖς τῆν τῶν μελλόντων πόνων φυγὴν εὐχομένους, παιδεύων ὁ φιλάνθρωπος Κύριος, τῷ τῆς ἁμαρτίας θανάτῳ μὴ παραδοῦσιν, καθὼς γέγραπται · ἀλλὰ πρᾶνοι· ἡμῖν τὰς πονηρὰς ἡμέρας τῶν αἰωνίων κολάσεων, ὅταν ὀρυτῆ βάθρος τῷ τῆς ἁμαρτίας εὐρετῇ ὁ ἀρεγγὴς τῆς γεέννης χῶρος καὶ βαθὺς τατος · ὅπως, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, τοῖς ἁγίοις συναυλίζομενοι, συναύτῳ τῷ Σωτῆρι Χριστῷ τῷ Θεῷ ἡμῶν [ἰσόμεθα ]· φὀ πρέπει πᾶσα δοξολογία, τιμὴ τε καὶ προσκυνήσις, ἅμα τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
