# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 149.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 149.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/149.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/149.1

ος εἰκὲς καλεῖσθαι ὁδατα · ἡγοῦμεθα δὲ καὶ διὰ τούτων τὰ κατὰ τὸν δηλωθέντα καιρὸν ἀλγεινὰ σημαίνεσθαι. Τὸν δὲ ἀστέρα δηλοῦν, ἡ οὐρανόθεν ταῦτα τοῖς ἀνθρώποις ἐπῆρξεσθαι · ἡ τὸν διάβολον διὰ τούτου σημαίνεσθαι · περὶ οὗ φησιν [ὁ] Ἠσαΐας · Πῶς ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἐωσφόρος ὁ πρωὶ ἀνατέλλων; Οὗτος γὰρ ἀνατροπὴν θολερὰν καὶ πικρὰν δι’ ἡδονῆς ποιζῶν τοῖς ἀνθρώποις, καὶ διὰ ταύτην συγχωροῦμενος τὰς τιμωρητικὰς αὐτοῖς ἐπάγειν ἐνταῦθα μάστιγας, οὐ πᾶσι, τῷ δὲ τρίτῳ μέρει, διὰ τὴν τοῦ Θεοῦ μακροθυμίαν, καὶ τὸ μὴ ἀποστεῖσθαι τὴν ἐν τῷ μέλλοντι [αἰῶνι] ἀνταπόδοσιν, τοῖς ἀνυπομονήτοις θανάτου ψυχικοῦ καθίσταται αἴτιος. Ὅτι γὰρ πικρὰ συμβήσεται τοῖς πρὸ τῆς συντελείας εὐρισκομένοις · ὧν τὰ ὁρώμενα πρόδρομα, μᾶλλον δὲ προοίμια, προλαβὼν ὁ Κύριος ἐπιστώσατο. Δέον τούτων μὴ βουλομένους κρῖνεσθαι, ἡμᾶς αὐτοὺς ἀναχρίνειν, κατὰ τὸν [θεῖον] Ἀπόστολον · Εἰ γὰρ ἑαυτοὺς, φησίν, ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα · κρινομένους δὲ ὑπὸ [τοῦ] Κυρίου παιδεύεσθαι καὶ εὐχαρίστως τὰς ἐπαγωγὰς τῶν ἀλγεινῶν δέχεσθαι· ὡς ὁρῶμεν τοὺς εὐγνώμονας τῶν ἀσθενειῶν τῷ σώματι, μεθ’ ὑπομονῆς τὰς ἐκ τῶν ἰατρῶν τομὰς καὶ τοὺς καυστήρας φέροντας, ἐπιθυμίᾳ τῆς ἰάσεως · ἵνα καὶ ἡμεῖς ψυχικῶς ὑγιαίνοντες, καὶ μηδεμιᾶν ὀλὴν πρὸς τροφὴν τῇ γέννῃ τοῦ πυρὸς ἐπιφερόμενοι, μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, ἀλλὰ τῷ Χριστῷ αἰωνίως συμβασιλεύσωμεν. Ὅ πρέπει [πᾶσα] δόξα, τιμὴ καὶ προσκύνησις; [μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια], ἅμα τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελεύτητους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
