# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 151.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 151.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/151.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/151.1

ἀτελευτήτου τύχῶσι κολάσεως· κατὰ τὸν δὲ τὸν προηγούμενον τῶν πονηρῶν ἔργων τῶν προσθολῶν αὐτῶν ζῶρον· ὧν παραδεχθεῖσιν ἐξενσία τοῦτοις βασανίζειν τοὺς ἀνθρώπους διδοται. Ἡ δὲ τοῦ ἡλίου καὶ τοῦ ἀέρος σκέδωσις, τὴν τῶν ἀπολυομένων ἀνθρώπων τοῦ φωτὸς αὐτῶν δηλοῖ ψυχικὴν τύλωσην· ἢ τὴν ἐπὶ τοὺς δυσχερεῖς διάθεσιν· ἀκότος γὰρ τοὺς ἐν ὀδύνασι τὸ φῶς νενόμισται. Τὸ δὲ τὰς νοητὰς ἀκρίδας πλήττειν τοὺς ἀνθρώπους κατὰ τὴν τῶν σκορπίων ὁμοιότητα, δηλοῖ τὸ ἐν τῷ τέλει τῶν πονηρῶν πράξεων τὸν βλαπτικὸν τῆς ψυχῆς ἐγκρεκρύφθαι θάνατον· ὃν ὑφίστανται οἱ μὴ σεσημειωμένοι τῇ θείᾳ σφραγίδι τὰ μέτωπα· καὶ τῷ φωτισμῷ τοῦ ζωοποιοῦ σπασροῦ διὰ Πνεύματος· ἁγίου [μὴ] περιλαμψάντων, ὥστε κατὰ τὸν Δεσποτικὸν λόγον [μηδέ] λάμπειν καὶ ἐμπροσθεν τῶν ἀνθρώπων, τὸ φῶς αὐτῶν, πρὸς δόξαν τοῦ θείου ὀνόματος. Τοὺς δὲ πέντε μῆνας τοῦ βασανισμοῦ αὐτῶν, σημαίνειν ἡγοῦμαι, ἢ τὸ τοῦχρόνου μικρόν· Εἰ γὰρ μὴ ἐκολωθῆσαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ, κατὰ τὸ Δεσποτικὸν λόγιον· ἢ χρόνον τινὰ πεπταῖον, διὰ δὲ πάντας αὐθίσαις, δι’ ὧν ἢ ἁμαρτία τοὺς ἀνθρώπους εἰσέρπει· ἢ καιρὸν ὡρισμένον, Θεῷ δὲ μόνῳ γνῶριμον.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
