# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 151.2-4

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 151.2 to 151.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/151.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/151.2

Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις, ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται ὁ θάνατος ἀπ’ αὐτῶν. Καὶ ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον. Καὶ διὰ τοῦτο ἡ ὑπερβολὴ σημαίνεται τῶν κακώσεων. Ἔθος γὰρ τοὺς ἐν ὀδύνασι, ἐπικαλεῖσθαι τὸν θάνατον. Τὸ δὲ, τοὺς αἰτοῦσι τοῦτον ἐν ὀδύνασι μὴ παραγίνεσθαι, τῶν θείων κριμάτων ἡρτηται· οἷς λυστελες κρίνεσθαι, τῇ πικρίᾳ τῶν ὀδυνερῶν ἐπιφορῶν στυγητὴν γίνεσθαι τοὺς ἀνθρώπους τὴν ἁμαρτίαν, ὡς τούτων μητέρα καὶ πρόξενον. Καὶ τὰ ὀμοιώματα τῶν ἀκρίδων, ὁμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον. Καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὁμοιοι χρυσῷ· καὶ τὰ πρόσωπα αὐτῶν, ὡς πρόσωπα ἀνθρώπων. Καὶ εἶχον τριχὰς ὡς τριχὰς γυναικῶν· καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν· καὶ εἶχον θώρακας, ὡς θώρακας σιδηρούς.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
