# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 152.7

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 152.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/152.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/152.7

Τούτους φασὶ τινες τοὺς τέσσαρας ἀγγέλους, Μιχαὴλ εἶναι, καὶ Γαβριὴλ, καὶ Οὐριήλ, καὶ Ῥαφαήλ· τοὺς προσδεδεμένους· τῇ εὐφροσύνῃ τῆς [θείας] θεωρίας· ἀπολῦσθαι δὲ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως μετὰ ἀναριθμήτων ἀγγέλων, εἰς τὴν τῶν ἀσεβῶν κατάκρισιν· δι’ ὧν τὸ τρίτον ἀφανισθήσεται. Ἐγὼ δὲ καὶ τούτους οἶμαι πονηροτάτους εἶναι δαιμόνας, δεθέντας ἐν τῇ Χριστῷ παρουσίᾳ· οὓς κατὰ θεῖον πρόσταγμα ἐκ τοῦ ὑπερουρανίου θυσιαστηρίου ἐξερχομένους, οὐ ἤν τὸ ἐν τῇ παλαιᾷ σκηνῇ ἀντίτυπον, ὑπὸ θείου ἀγγέλου λυέσθαι, ὥστε παραῆται τὰ ἔθνη, οὐ μόνον κατὰ Χριστιανῶν, ἀλλὰ καὶ κατ’ ἀλλήλων· ὡς ἂν οἱ μὲν δόκιμοι καὶ πιστοὶ φανεροὶ γένωνται, καὶ μειζόνων ἀμοιβῶν καὶ τῶν ἄνω μονῶν καὶ ἀποθηκῶν ἄξιοι φανῶσιν, ὡς οὗτος ὤρισος· οἱ δὲ ἀχυρώδεις, ἀσεβεῖς, καὶ λίαν ἀμαρτωλοὶ καὶ ἀμετανόητοι, ἐνδικῶς ἐνταῦθα [δι’ αὐτῶν] κολαζόμενοι, ἡμερωτέρας τῆς καταθῆκης ἐν τῇ κρίσει τύχωσιν. Εἰ δὲ τῷ Εὐφράτῃ προσδέδενται, οὐδὲν ξένον· οἱ μὲν γάρ, εἰς τὴν ἄβυσσον· οἱ δέ, εἰς τοὺς χοίρους [τότε]· οἱ δέ, εἰς ἐτέρους τόπους, κατὰ τὸ παραστάν τῷ Θεῷ, ἄχρι· καιροῦ κατεδικάσθησαν, μετὰ τὸν παντελῆ αὐτῶν κατ’ ἀνθρώπων πόλεμον αἰωνίως κολασθησόμενοι. Ἴσως δὲ [καὶ] διὰ τὴς τοῦ Εὐφράτου μνήμης δηλοῦται· ἐκ τῶν μερῶν ἐκείνων ἐξῆναι· τὴν Ἀντίχριστον. Περί δὲ τοῦ πλήθους τῶν δαιμόνων ἀμφιβάλλειν οὐ χρή. Πάντες γάρ οἱ ἄγιοι πεπληρωμένοι αὐτῶν τὸν ἀέρα λέγουσι. Τί δὲ δηλοῖ τὸ τρίτον τῶν ἀποκτενομένων, καὶ ἤδη προεξηγήκαμεν. ad tempus ablegatos fuisse, in omne postea ævum ubi nem gerunt, integre absolverint, apud inferos cruciandos. tionem fieri, quod Antichristus ex illis locis exoriturus creditur. De lugenti autem dæmonum multitudine non est dubitandum, cum omnes sancti ærem hunc dæmonibus repletum asserant. [Quid vero demonstret tertia pars interemptorum, et jam diximus.]

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
