# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 157.4

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 157.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/157.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/157.4

- Καὶ λέγει μοι· Δεῖ σε πάλιν προφητεύσαι ἐπὶ λαοὺς καὶ ἔθνεσι, καὶ γλώσσαις, καὶ βασιλεῦσι πολλοῖς. Καὶ λέγει μοι· Δεῖ σε πάλιν προφητεύσαι.—Διὰ τούτων δείκνυται, ἢ τὸ μὲν εὐθὺς [μετὰ τὴν ὁρασιν] τῆς θείας Ἀποκαλύψεως τὰ ὁραθέντα πέρας δέξεσθαι· ἀλλὰ δεῖν τὸν μακάριον διὰ τε τοῦ Εὐαγγελίου αὐτοῦ, διὰ τε τῆς παρούσης ἀποκαλύψεως, μέχρι συντελείας προφητεύειν τὰ μέλλοντα τοῖς ἀναγιγνώσκουσιν· ἢ τὸ μήπω τούτων θανάτῳ γεύσασθαι, ἐπὶ τέλει δὲ ἐλεύσεσθαι, τῆς ἀπάτης τοῦ Ἀντιχρίστου τὴν παραδοχὴν χωλύοντα.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
