# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 163.4

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 163.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/163.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/163.4

Καὶ ὤφθη ἄλλο σημεῖον ἐν οὐρανῷ. — Οὐρανὸν ἐνταῦθα νοεῖσθαι τὸν ἀέρα νομίζομεν· δράκοντα δὲ πυρρόν, τὸν πλάσθεντα ἐγκαταπαιχθεῖσαι ὑπὸ Β τῶν ἀγγέλων τοῦ Θεοῦ, ὡς ἐν τῷ Ἰωὴ γέγραπται. Πυρρὸν δὲ τοῦτον, ἢ διὰ τὸ φονικὸν αὐτοῦ καὶ αἱμοχαρὲς, ἢ διὰ τὸ πυρωθὲς τῆς ἀγγελικῆς οὐσίας, εἰ καὶ τῶν ἀγγέλων ἐκπεπτώκεν. Ἐπὶ δὲ κεφαλὰς, τὰς ἐπτά πονηροτάτας αὐτοῦ δυνάμεις, καὶ ταῖς πνευματικαῖς ἐνεργείαις ἐναντίας· ἢ τὰ ἐπὶ πνεύματα· ἄπερ ἐν Εὐαγγελίῳ ὁ Χριστὸς εἴρηκεν εἰσοικίζεσθαι τῷ ἀνθρώπῳ τῷ σεσαρωμένῳ τὴν καρδίαν· καὶ κενὴν ἐξ ἀγαθῶν ἐνοιούων καὶ πράξεων ἔχοντ· ἢ ἐπὶ κακίας, ὡς φησι Σολομὼν ἐν [τῇ] καρδίᾳ εἶναι τοῦ ἐχθροῦ· ὅστις μεγάλη τῇ φωνῇ τῶν πειθομένων δείκνυ· ὑπόκρισιν. Τὰ δὲ δέκα κέρατα δηλοῦσιν, ἢ τὰ ἀντιδιασελλόμενα ταῖς δέκα νομικαῖς ἐντολαῖς πλημμελήματα, ἢ τὰς διαπρέσεις τῆς βασιλείας, C αὐτῷ κόσμον φερούσας, ὡς ταῖς διχοστασίαις χαίροντι. Ἐπὶ δὲ διαδήματα ἐν ταῖς κεφαλαῖς αὐτοῦ. Διότι οἱ τὰς δαιμονικὰς ἐνεργείας νικῶντες ἐκαθέως τοὺς στεφάνους [τῆς νίκης] κομίζονται, ὅθεν πόνους καὶ ἰδρώσι τὴν νίκην ἤραντο. Περὶ δὲ τοῦτων καὶ ὁ μακάριος Μεθόδιος φησιν οὕτως ἐπὶ λέξεως· Ὁ δράκων ὁ μέγας ὁ πυρρὸς, ὁ ἐπτακέφαλος, ὁ σύρων τὸ τρίτον τῶν ἀστέρων, δὲ ἐστηχερ ἐφεδρεύων ἵνα τὸ τέκνον τῆς ὠδίνουσης καταφάγῃ, ὁ διάβολός ἐστιν, [καὶ τὰ ἑξης.] Ἄλλ’ ἀστοχεῖ καὶ σφάλ·λεται τῆς ἄγρας, ἄρω πρὸς ὑγὸς ὑπαιτομένῶν τῶν ἀναγνυνομένων.Καὶ μετ’ ὀλίγα· Τρίτον δὲ τῶν ἀστέρων ἐκλῆθη μέρος, οἱ περὶ ἕνα τοῦ ἀριθμοῦ τῆς ἁγίας Τριάδος ἐσχαλμένοι· ἢ δὲ ἑρῆμος εἰς ἣν ἐλθούσα τρέφεται, ἡ Ἐκκλῆ- D σία ἢ κακῶν ἔρημος, καὶ στείρα φθορᾶς. Τὰ δὲ χλία, φησὶ, τὸν ἐν ἐκατοστόσι πολλαπλασιασθέντα τέλειον ἀριθμὸν καὶ πλήρη περιέχει. Καὶ ἑξης φησι περὶ τῶν στεφάνων αὐτοῦ· Ἡ δὲ καταγωνισαμένη κατὰ τοῦ διαβόλου πρότερον καὶ νεκρώσασα τὰς ἐπτά κεφαλὰς, τῶν ἐπτά στεφάνων τῆς ἀρετῆς ἐγκρατεῖς γίνεται.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
