# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 170.5

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 170.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/170.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/170.5

Εἰ τις ἔχει αἰχμαλωσίαν, ὑπάγει. — Ἄξια, φησίν, ἕκαστος τῶν πεπραγμένων δεξέσθαι τὰ ἐπίχειρα· οἱ πρὸς τὸ κακοῦν τοὺς πλησίον ἐτοιμοὶ ὑπὸ τοῦ διαβόλου αἰχμαλωτευθήσονται, καὶ τῇ σατανικῇ μαχαίρᾳ τὴν ψυχικὴν ὑποστήσονται θάνατον· ὃ δὲ ἔργων ἠσκήθησαν, τοῦτο δουλεύουσι, ὡς φησιν ὁ μέγας Ἰάκωβος· οἱ δὲ πίστιν εἰλικρινῆ καὶ ὑπομονὴν ἀμετάθετον ἐν τοῖς πειρασμοῖς ἔχοντες, ἀνεξάλειπτοι [ἐκ] τῆς βίβλου τῆς ζωῆς ἔσονται· ὧν καὶ ἡμᾶς ὁ πανελεήμων Θεὸς ἀναδείξοι κοινωνούς, ἀνάξια λογιζομένους τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν τοῖς ἁγίοις δόξαν ἀποκαλύπτεσθαι, καὶ τὴν στενὴν ὁδὸν ἀνδρείως βαδίζοντας, ἵνα τέλος αὐτῆς τὴν ἐν τῷ μέλλοντι αἰῶνι δόξαν [καὶ ἀνάπαυσιν] καὶ εὐρυχωρίαν εὑρόντες, [τῷ] Χριστῷ συμβασιλεύσωμεν· μεθ' οὗ τῷ Πατρὶ πρέπει πᾶσα εὐχαριστία, καὶ προσκυνήσις, σὺν τῷ ἁγίῳ Πνεύματι, [νῦν καὶ ἀεὶ] καὶ εἰς τοὺς αἰῶνας [τῶν αἰώνων]. Ἀμήν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
