# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 172.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 172.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/172.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/172.2

Ἴνα λαλῆσῃ ἡ εἰκὼν τοῦ θηρίου. — Ἱστορῆται πολλάκις γοητείαις λαλῆσαι δι’ εἰκόνων καὶ ξοάνων, καὶ δένδρων καὶ ὑδάτων, διὰ τε Ἀπολλωνίου διὰ τε ἑτέρων, δαιμόνας, οἶμαι δὲ καὶ διὰ νεκρῶν σωμάτων, ὥσπερ [καὶ] Σίμων ὁ μάγος ἐποίησε. Ῥωμαίοις νεκρὸν κινούμενον κατὰ παρουσίαν τοῦ μεγάλου Πέτρου · εἰ καὶ τὴν πλάνην ὁ Ἀπόστολος ἐξηλέγχε, δείξας, δι’ ὧν ἀνέστησεν αὐτὸς, πῶς νεκροὶ ἐγεγόνται. Οὕτω τοίνυν καὶ τὸν ὑπασπιστὴν τοῦ Ἀντιχρίστου οὐδὲν ἀπαύκως διὰ δαιμόνων ἐνεργοῦντα, ποιήσει εἰκόνα τῷ θηρίῳ, καὶ δείξει ταύτην λαλοῦσαν [ἐν πλάνῃ], παρασκευάσει τε ἀνααιρεῖσθαι τοὺς ταύτῃ μὴ προσκυνοῦντας. Καὶ τὸ χάραγμα δὲ τοῦ ἐλεήρου ὀνόματος τοῦ ἀποστόλου [καὶ πλάνου] πᾶσιν ἐπιθεῖναι σπουδάσει · ἐν μὲν ταῖς δεξιάς [χερσίν], ἵνα τῶν [δεξιῶν καὶ] ἀγαθῶν ἔργων ἐκκλῇ τὴν ἐνέργειαν · ἐν δὲ τοῖς μετώποις, ἵνα ἐν τῇ πλάνῃ καὶ τῇ ἀσέτει διδάξῃ τοὺς ἀπομυηθέντας παρήσσιαζεσθαι. Ἄλλ’ οὐ δέξονται [αὐτὸν] οἱ σεμνιωθέντες τῷ θεῷ φωτὶ τὰ πρόσωπα. Καὶ τὴν ψῆφον δὲ τοῦ θηρίου πλατύναι πᾶνταχοῦ ἐπιτηδεύσει, ἐν τε ὀναίσι καὶ πρᾶσιν · ἵνα τοῖς τοῦτο μὴ λαμβάνουσιν ἐκ τῆς τῶν ἀναγκαίων ἐνδείας βίαιος ἐπαχθῇ θάνατος.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
