# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 179.2-6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 179.2 to 179.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/179.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/179.2

ΚΕΦΑΛ. ΜΕ. Περὶ τῶν κατὰ ἀγγέλων τῶν ἐπαγόντων τοῖς ἀνθρώποις τὰς ἀπὸ τῆς συντελείας πληγὰς· καὶ περὶ τῆς θαλίρης θαλάσσης [ἥς ἑώρακεν ἐν τῇ Ἀποκαλύψει]. Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστὸν· ἄγγέλους ἑπτὰ ἔχοντας ἑπτὰ πληγὰς τὰς ἐσχάτας· δι’ ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ. Πανταχοῦ τὸν ἑξδομον ἀριθμὸν παραλαμβάνει τὰς ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ παρόντος αἰῶνος τολμωμένας ἀδικίας, ἑπτὰ πληγὰς καὶ ἑπτὰ ἀγγέλους σημαίνων ἀναστῆλεσθαι· μεθ’ ἃς τὴν μέλλουσαν τῶν ἁγίων διαγωγὴν διὰ τῆς θαλίρης θαλάττης ἐντάττεσθαι. Καὶ εἶδον ὡς θάλασσαν θαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ, καὶ ἐκ τοῦ χαρακτῆρος αὐτοῦ, καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν θαλίνην, ἑχοντας κιθάρας τοῦ Θεοῦ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
