# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 181.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 181.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/181.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/181.2

Κ·1 οὐδεὶς ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἕχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἀγγέλων. Ἐντεῦθεν στοχασθῆμεθα, ἕχρι διασταλῆναι τῶν δικαίων τὴν θείαν κατὰ τῶν ἀσεβῶν ἀγανάκτησιν, μηδαμῶς τοὺς ἁγίους τῆς ἐν τῇ ἁνῳ Ἱερουσαλὴμ τυχεῖν λήξεως, καὶ τῆς ἐν τῷ ναῷ τοῦ Θεοῦ ἱερουργίας καὶ ἀναπαύσεως. Τελεσθήσεται γάρ δεῖ, φησὶ τὰς πληγὰς δι’ ὧν τὰ ἐπίχειρα τῆς ἁμαρτίας τοῖς ἀξίοις παρέρχεται· καὶ τούτους τῆς αἰρεθείσης αὐτοῖς τιμῆς ἀποφάσεως· εἰθ’ οὕτω δοθήναι τοῖς ἁγίοις τὴν τῆς ἁνῳ μητροπόλεως οἰκήσιν. Τῶν δὲ πληγῶν ἐκάρτων τοῖς ἐν τῇ συντελείᾳ εὐρισκομένοις προσαρμόξων τίς, οὐχ ἂν τοῦ πρὸς ἡμᾶς, οὐμᾶι, διαμαρτάνοι. Φιλάνθρωπος γάρ ὤν ὁ Θεός, πρὸς τὸ συμφερόν ἔχειν τὰς ἐν τῷ μέλλοντι ἀτελεῖς τούς κολάσεις, καὶ ἐν τῇ παρούσῃ ζωῇ, τοῖς ἀξίοις ἐπαχθῆναι συγχωρήσει διὰ τε Ἐνὼχ καὶ Ἠλίου τῶν προφητῶν τιμωρητικὰς μάστιγας, διὰ τε τῶν ἐκ πολέμων συμπτωτόντων ἀλγεινῶν, πρὸς μετρίαν τῶν ἁμαρτημάτων ἐκτισιν. Ἄλλ’ ἡμεῖς παιδεύεσθαι πατρικῶς, ἀλλ’ οὐ μαστιγοῦσθαι κολαστικῶς ἐν ὀργῇ [παρὰ] τοῦ Κυρίου ἐδύομεθα· οὐ γάρ ἐστιν ἡμῖν, φησὶ τῇ σαρκὶ ἡμῶν ἀπὸ προσώπου τῆς ὀργῆς αὐτοῦ· ὅπως τὰς μυσωθείσας ἡμῶν στολὰς ταῖς ἁμαρτίαις, δάκρυσιν μετανοίας ἐκπλύναντες, καὶ νυμφικῶς ἐσταλμένοι, εἰς τὸν ἀκατάλυτον τῆς εὐφροσύνης νυμφῶνα εἰσέλθωμεν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, [νῦν καὶ ἀεὶ καὶ] εἰς τοὺς αἰῶνας [τῶν αἰώνων]. Ἀμήν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
