# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 191.7

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 191.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/191.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/191.7

Τὸ φερονύμως; ταῖς πράξεσιν ἐπιτίθεσθαι γραφικῶς τὰ ὀνόματα ταῖς πόλεσιν, ἐκ πολλῶν μαθεῖν ἐξεστιν· ὅθεν καὶ ἡ παλαιὰ Βαβυλὼν οὕτως ὠνόμασται, καὶ πόρνη ἐπιχαρῆς ἡγούμενη Φαρμακείαν ἤκουε. Καὶ ἡ παλαιὰ δὲ Ἱερουσαλήμ· Ὦφὶς πόρνη ἐγένετο σοι· καὶ ἡ πρεσβύτερα [δὲ] Ῥώμη, Βαβυλὼν ἐν τῇ ἐπιστολῇ Πέτρου προσηγόρευται. Κυριωτέρος δὲ, καὶ ἡ παρὰ Πέρσαις τὸ κράτος ἔχουσα, καὶ Βαβυλὼν καὶ πόρνη προσαγορεύεται· καὶ πᾶσα πόλις ἑτέρα φόνους καὶ αἵματα χαίρουσα. Τούτων τοίνυν μᾶν ὁ εὐαγγελιστὴς θεωρῶν μεμο-λυσμένην τοῖς τῶν ἁγίων αἵμασι, κατεπλήττετο καὶ παρὰ τοῦ ἀγγέλου τὰ κατ' αὐτὴν ἐμάνθανεν, οἷα δεῖ παθεῖν, ἐφ' οἷς πλημμελῆται, τὴν ἐπὶ συντελείᾳ τοῦ χρόνου τῆς κοσμικῆς βασιλείας τὸ κράτος φέρουσαν· εἴτε τὴν παρὰ Πέρσαις κρατοῦσαν· εἴτε τὴν παλαιὰν Ῥώμην [αὐδὶς τὸ ἀρχαῖον κράτος ἀναλαμβάνουσαν]· εἴτε τὴν νέαν· εἴτε τὴν ὡς ἐν ἑνὶ σώματι γενικῶς ἐκληφθεῖσαν βασιλείαν νοῆσαί τις ἔοιστο, καθὼς εἴρηται. Ἐν ἑκάστῃ γὰρ τούτων, ἁμαρτήματα διάφορα, καὶ αἱμάτων ἁγίων ἐκχύσεις, πῇ μὲν κλεῖον, πῇ δὲ ἐλαττον γεγενήσθαι μεμαθηκα-μεν. Καὶ τὰ μὲν μέχρι· [τοῦ] Διοκλητιανοῦ τῶν μαρ-τύρων αἵματα, ἡ καὶ τὰς ἐν Περσίδι τούτων χολάσεις, τὰς ἐν ἐξαριθμῆσαιτο· τὰ δὲ ἐπὶ Ἰουλιανοῦ λαβραῖος, καὶ τὰ ἐν [τοῖς] καιροῖς [τῶν] Ἀρειανῶν κατὰ τῶν ὀρθοδόξων ἐν τῇ νέᾳ τολμηθέντα Ῥώμῃ, αἱ ἱστορίαι παριστῶσι τοῖς ἐντυχάνουσι.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
