# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 192.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 192.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/192.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/192.1

Τὸ θηρίον ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστι· καὶ μέλλει ἀναβαλεῖν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει. Τὸ δὲ θηρίον ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστι. Τοῦτο τὸ θηρίον ὁ Σατανᾶς ἐστιν· ὃς ἀποκτανθείς τῷ τοῦ Χριστοῦ σταυρῷ, πάλιν ἐπὶ συντελείᾳ ἀναλῆψεται, ἐνεργῶν ἐν σημείοις καὶ τέρασιν πλάνης διὰ τοῦ Ἀντιχρίστου τὴν τοῦ σταυροῦ ἀρνησιν. Διὰ τοῦτο ἦν μὲν καὶ ἰσχυε, πρὸ τοῦ σταυροῦ· οὐκ ἔστι δέ, μετὰ τὸ σωτήριον πάθος ἐκνευρωθείς, καὶ τῆς ἰσχύος [αὐτοῦ] ἐξωσθείς, ἢν κατὰ τῶν ἐθνῶν διὰ τῆς εἰδωλολατρίας ἐπέκτητο· παρέσται δὲ ἐν τῇ συντελείᾳ, κατὰ τὸν τρόπον ὃν εἴρηκamen, ἀναβαίνων ἐκ τῆς ἀβύσσου, ἢ ὅθεν κατεδικάσθη· οὐ μὴ περιφθῇναι, ἀλλὰ εἰς τοὺς χοίρους, οἱ ἐκδηληθέντες δαίμονες τὸν Χριστὸν ἰκάτευον. “Ἡ ἐκ τοῦ παρόντος βίου, τροπικῶς· ἀβύσσου ὀνομασθέντος, διὰ τὸ τῆς ἐμπρολέυσας μὲν ἁμαρτίας βάθος, [τῷ] τοῖς τῶν παθῶν πνεύμασι βιπτιζόμενον καὶ κυματούμενον· Ἐνθεν γὰρ ὁ Ἀντίχριστος· τὸν Σατανᾶν [ἐν ἑαυτῷ] φέρον, ἐπ’ ὀλίγῳ ἀνθρώπων παραγίνεται, ἀβύσσον εἰς ἀπώλειαν ἐν τῷ αἰῶνι τῷ μέλλοντι.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
