# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 208.5

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 208.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/208.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/208.5

93 ΚΕΦΑΛ. ΣΒ’. εσταυρωμένοι καὶ τῷ κλῆσμ νεκρούμενοι. Οἱ οὖν ἀπηγορευμένοι νεκροί, οἱ μὴ συνταφέντες καὶ συνἀναστάντες [τῷ] Χριστῷ διὰ τοῦ βαπτίσματος, ἀλλὰ τῇ νεκρώσει τῶν ἁμαρτημάτων ἐμμεῖναντες, οὐ ζῶσι σὺν αὐτῷ ἄχρι τελεσθῶσι χιλία ἔτη· τοιούτων δὲ τελείως ἀριθμὸς, ὁ ἀπὸ τῆς πρώτης αὐτοῦ παρουσίας μέχρι τῆς δευτέρας ἐνδύσει [αὐτοῦ παρουσίας] διἦκων, ὡς ἄνωτέρω εἴρηται· ἀλλ’ ἐκ τῆς μόνης γεννηθέντες, καὶ οὐκ ἐκ πνεύματος, εἰς γῆν τὴν ἀποστοχὴν ἔχουσιν. Ὁ γὰρ θάνατος αὐτῶν ἀρχὴ τῆς μελλούσης αὐτοῖς κολάσεως γίνεται. Οἱ δὲ μέρος ἐν τῇ πρώτῃ ἀναστάσει ἔχοντες, τοιούτων ἐν τῇ ἐγέρσει τῇ ἐκ τῶν θανατουσῶν ἐννοιῶν [τε] καὶ πράξεων νεκρῶν, οὗτοι μακάριοι· οὐ γὰρ ἔξει ἐπὶ τούτων ἐξουσίαν ὁ δεύτερος θάνατος, τοιούτων δὲ ἀτελεύτητος κολάσις· ἀλλ’ ἱερατεύσουσι καὶ βασιλεύσουσι μετὰ [τοῦ] Χριστοῦ, ὡς ὁρῶμεν, τὰ νοηθέντα ἡμῖν χιλία ἔτη, μέχρι τοῦ λυθῆναι τὸν Σατανᾶν καὶ πλανῆσαι [πᾶντα] τὰ ἔθνη· οὐχ ὡς τότε τὴν βασιλείαν ἀφαιρούμενοι· ἀλλ’ ὡς βεβαιοῦντες αὐτὴν καὶ ἐμφανεστέρως κτησάμενοι τῇ παραδρομῇ τῶν προσκαίρων, καὶ καθ’ ἕκαστον αἰώνιον. Ὀλίγος γὰρ ὁ χρόνος ὁ μετὰ τὴν τοῦ διαβόλου λύσιν μέχρι τῆς κατ’ αὐτοῦ ἀποφάσεως καὶ τῆς ἐν γενεῇ κολάσεως. Ὦστε τῷ, Ἐσοῦνται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, ἐπαναληφὲν νοητέον τῶν προτέρων· καὶ γὰρ τὰ νῦν διὰ τῆς πείρας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως ὁρώμενα τῶν ἁγίων γέρα καὶ θαύματα, ἐμελλε τότε διὰ τὸ ἐσχατιοτέραν ὀπτάνετο, ὡς εἴρηται. Τοίνυν διὸ θανάτων ὄντων, ἀνάγκη καὶ τοσαύτας ἀναστάσεις ἐνδείξασθαι. Πρώτος τοίνυν ὁ σωματικὸς θάνατος, τῇ ἀνθρωπίνῃ παραχωρῆ δοθεὶς ἐπικεῖνον· [δ] δεύτερος, ἡ αἰώνιος κολάσις. Πρώτη [δὲ] ἀνάστασις, ἡ ἐκ νεκρῶν ἔργων ζωοποίησις· δευτέρα [δὲ] ἡ ἐκ φθορᾶς τῶν σωμάτων εἰς ἀφθαρσίαν μεταποίησις.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
