# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 213.9

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 213.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/213.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/213.9

Καὶ εἶδον τοὺς νεκροὺς τοὺς μεγάλους καὶ XX, A ροῦ] θανάτου πονηρᾶς δυνάμεως, τὰς τὸν ἄδην ἔχούσας [ἰδίον] κατάλυμα, κάθεισε τοὺς πειθομένους παραπεμπούσας, εἰς τὸ πῦρ [καταδικάζεσθαι]. Ὅσπερ γὰρ πόλεις οἱ ταύτης οἰκήτορες λέγονται, οὕτω καὶ θάνατός καὶ ἅδης, οἱ τούτων αἴτιοι. Πάντων γὰρ τῶν ἐκ Θεοῦ γεγονότων καλῶν λίαν ὑπαρχόντων, τῶν μὴ τοιούτων ἔσται ἀφανιστὴν ἐκεῖνο τὸ πῦρ. Γέγραπται γὰρ, [ὅτι] θάνατον ὁ Θεὸς οὐκ ἐποίησεν. Διὰ τοῦτο τοίνυν τὸ μηκέτι ἔσεσθαι θάνατον ἢ φθοράν, ἀλλ’ ἀφθαρσίαν καὶ ἀθανασίαν βασιλεύειν σημαίνεται. Εἰ δὲ πάντες οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῆς ζωῆς εἰς τὴν λίμνην τοῦ πυρὸς βληθήσονται, θαυμάζειν οὐ χρή. Καὶ γὰρ ὡς μοναὶ πολλαὶ παρὰ τῷ [Θεῷ καὶ] Πατρὶ τῶν σωζομένων, οὕτω καίει διάφοροι τρόποι [καὶ τόποι] κολάσεως τῶν μὴ δριμυτέρων, τῶν δὲ μαλακωτέρων· ὧν οἱ μὴ ἡξιωμένοι τῆς βίβλου τῆς ζωῆς πειραθήσονται.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
