# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 214.5

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 214.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/214.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/214.5

Κανταῦθα οὐκ ἀνυπαρξίαν δηλοῖ τῆς κτίσεως, ἀλλ’ ἀνακαινισμὸν ἐπὶ τὸ βέλτιον, καθὼς φησιν ὁ Ἀπόστολος· Δύση ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Καὶ ὁ θεῖος μελωδός [φησιν· Ὅσει περιόλαιον] ἐλλίξεις αὐτούς, καὶ ἐναλλαγθήσονται. Τὸ γὰρ παλαιωθὲν ἀνακαινιζόμενον, οὐ τῆς οὐσίας ἀφανισμὸν, ἀλλὰ τοῦ γήρως καὶ τῶν ρυτίδων σημαίνει τὴν ἀπόθεσιν. Καὶ ἡμεῖς δὲ ἔθος ἐπ’ ἀνθρώπων κατὰ τι βελτιωθέντων ἢ καὶ χειρόνων γεγενημένων λέγειν· Ἄλλος ἐξ ἄλλου τέχνη. Σημειωτέον δέ, ὅτι περὶ μὲν οὐρανοῦ καὶ τῆς γῆς, ὅτι παρῆλθεν, ἀντὶ τοῦ, ἠλλάγη, καὶ καθάπερ ἡμεῖς, οὕτω τινὰ θάνατον τὴν ἀλλαγὴν τῆς προτέρας ἐδύσατο καταστάσεως, καὶ [τῆς] εἰς τὸ χρεῖστον λήξεως. Περὶ δὲ τῆς θαλάσσης φησιν, ὅτι Ἡ θάλασσα οὐκ ἔστιν ἔτι. Τίς γὰρ χρεία θαλάσσης, μὴ δεομένων ἀνθρώπων τοῦ πλεῖν αὐτῆς, ἢ δι’ αὐτῆς πορίζεσθαι τὰ ἐν ταῖς μακρὰν καὶ μακρὰν χώραις γεωργούμενα ἀγώγαι; μετὰ τοῦτο καὶ τὴν παραχώρησιν βίου καὶ πολυκίνδυνον σημαίνουσαν τῆς θαλάσσης, μὴ εἶναι αὐτῆς τότε χρείαν. Οὐδὲν γὰρ λείψανον ταραχῆς ἢ φόβου ἐν τοῖς ἁγίοις τότε καταλειφθήσεται. [Πιστεύεται δὲ ταύτην τὴν ὑπόνοιαν καὶ ὁ μέγας Βασίλειος, προσφέρων τὴν τοῦ Ἡσαίου χρήσιν φράσκοντος· Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημώθησι, καὶ πάντας τοὺς ποταμοὺς σου ξηρανῶ.]

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
