# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 215.3-7

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 215.3 to 215.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/215.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/215.3

Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ, λεγούσης· Ἴδου ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων· καὶ σκηνώσει μετ’ αὐτῶν· καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται· καὶ αὐτὸς ὁ θεὸς ἔσται μετ’ αὐτῶν [θεὸς αὐτῶν]· καὶ ἀξέλειψι [ὁ θεὸς] πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Οὐρανὸν ὁ ἅγιος διδάσκειται, ἀληθινὴν εἶναι ταύτην τὴν σκηνὴν ἧς ἤν ἡ τῷ Μωϋσῇ παραδειχθεῖσα τύπος, μᾶλλον δὲ προτύπωσις τύπου, τῆς σήμερον Ἐκκλησίας τύπος· τυγχάνουσα· ἐν ταύτῃ τῇ ἀχειροποιήτῳ σκηνῇ οὐκ ἔστιν κλαυθμός, οὔτε δάκρυον. Ὁ γὰρ τῆς ἀννάνου χαρᾶς χορηγὸς τὸ ὁρᾶσθαι πᾶσι δωρήσεται τοῖς ἁγίοις τὴν εὐφροσύνην τὴν ἀληκτον. Καὶ ὁ θάνατος οὐκ ἔσται ἐτι, [οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόθος, οὐκ ἔσται ἐτι·] ὅτι τὰ πρῶτα ἀπήλθον. Καὶ [τοῦτο] κατὰ τὸ γεγραμμένον· [Ἐνθὰ] ἀπὸδρα δόθυν [καὶ] λύπη καὶ στεναγμός. Τὸ δὲ, Τὰ πρῶτα ἀπήλθον, σημαίνει ὅτι ἡ τῶν ἁγίων κακοπάθεια καὶ τῶν ἀσεβῶν ἡ ἀλαζονεία πέρας ἐλήφεν, ἐκατέρῳ τούτων κατῆλλήγον. ΚΕΦΑΛ. ΣΖ. Περὶ ὧν εἶπεν ὁ ἐν τῷ θρόνῳ καθημένος. Καὶ εἶπεν ὁ καθημένος ἐπὶ τῷ θρόνῳ· Ἴδου καινὰ πάντα ποιῶ. Καὶ λέγει μοι· Γράφον· ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοὶ εἰσι· καὶ εἶπέ μοι· Γέγρα [ἐγώ] τὸ α καὶ τὸ ω, ἡ ἀρχὴ καὶ τὸ τέλος.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
