# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 216.6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 216.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/216.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/216.6

Ὁ γὰρ διψῶν τὴν σωτηρίαν ἡμῶν Θεός, πάντοθεν ἡμᾶς εἰς τὴν κληρονομίαν τῶν ἀπ᾽ αὐτοῦ ἀγαθῶν, διὰ τε χρηστῶν διὰ τε σκυθρωπῶν προτρέπεται· ὑπ᾽ ὧν ἡμῖν ἄγων τὴν ἐπὶ ἄνω Ἱερουσαλὴμ λαμπρότητα, [καὶ] τῆς γεέννης τοῦ πυρὸς τὴν ἀφεγγῆ καὶ ὀδυνηρὰν σκυθρωπότητα· ἵνα ἢ [τῷ] πόθῳ τῆς αἰωνίου δόξης, ἢ φόβῳ τῆς ἀπεράντου αἰσχύνης, ἕως καιρὸς ἔστι, τὸ ἀγαθὸν ἐργασώμεθα· ὡς τοὺς λοιποὺς ἀπηγορευμένους, καὶ τοὺς δειλοὺς καὶ ἀνάνδρους ἐν τῇ κατὰ τοῦ διαβόλου πάλη, τῷ δευτέρῳ θανάτῳ φήσας καταδικασθήσεσθαι. Γένοιτο δὲ ἡμᾶς τὸν θελετὴν τοῦ ἐλέους, τὸν μὴ τὸν θάνατον τοῦ ἀμαρτωλοῦ, ἀλλὰ τὴν ὑποτροπὴν θέλοντα, ἐξιλεωμένους ἀγαθαῖς πράξεσι, τῶν αὐτοῦ τυχεῖν δωρεῶν, ὡς ἡμῖν οὐ μόνον ταῖς διὰ λόγων παραίνεσεσι, ἀλλὰ καὶ ταῖς δι᾽ ἔργων καὶ παθῶν προθέσεσιν. Ἔξην γὰρ αὐτῷ ἀρκεσθῆναι μόναις ταῖς τοῦ ἀγαθοῦ [τε] καὶ κακοῦ προσταταῖς [τε καὶ ἀποτροπαῖς,] καὶ μετὰ τοῦτο ἢ κολᾶσαι ἢ τιμῆσαι τοὺς ἀξίους ἢ κολάσεως ἢ δόξης, ὁ δὲ καὶ παθεῖν δι᾽ ἡμᾶς οὐκ ἀπηξίωσεν· ἵνα μήτε τῷ αὑτεξουσίῳ λυμῆγεται, μήτε φαγὴ τι παρὸν τῆς ἡμῶν ἰατρίας καὶ ἐπανορθώσεως ἐνεκεν. Μὴ τοίνυν εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δεξώμεθα, ἀλλ᾽ ἐμπράκτους αὐτοῦ τὰς εὐεργεσίας δι᾽ ἐπιστροφῆς καὶ ἔργων ἀγαθῶν ἐπιδείξωμεν ποιήσωμεν, ὅπως τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν ἐν [αὐτῷ] Χριστῷ τῷ Θεῷ ἡμῶν· μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας [τῶν αἰώνων] δόξα, κράτος. Ἀμήν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
