# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 222.4-6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 222.4 to 222.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/222.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/222.4

Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ · ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν · καὶ ὁ λύχνος αὐτῆς, τὸ Ἀρνίον. Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου. — Ἐνθα γὰρ ὁ τῆς δικαιοσύνης νοητὸς ἥλιος, αἰσθητῶν φωστήρων οὐ χρεία· αὐτὸς γὰρ αὐτῆς καὶ δόξα καὶ λύχνος · καὶ τὰ ἔθνη τῶν σωζομένων τῷ φωτὶ αὐτῆς περιπατήσουσιν · [περὶ ὧν φησι ·] Καὶ περιπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν αὐτῶν εἰς αὐτήν· καὶ οἱ πύλαι αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας · νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
