# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 226.6-227.32

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 226.6 to 227.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/226.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/226.6

ΚΕΦΑΛ. ΟΑ'. Ὅπως ἐκελεύσθῃ μὴ σφραγίσαι, ἀλλὰ κηρύξαι τὴν Ἀποκάλυψιν. Καὶ λέγει μοι· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· δεὶ ὁ καιρὸς ἐγγὺς ἐστιν. Μέχρι τῶν ἐνταῦθα τὰς ἀγγελικὰς ῥήσεις παραθέμενος, εἰς τὸ Δεσποτικὸν ἐντεύξεν μέτεσι τοῦ Χριστοῦ πρόσωπον, λέγων· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας. Καὶ γὰρ ἀξία ἡ βίβλος τῆς Dπρὰ τῶν πιστῶν ἀναγνώσεως. Διὰ τε γὰρ τῆς ἡτοιμασμένης τοῖς ἁμαρτωλοῖς κόλασεως, διὰ τε τῆς ἐπηγγελμένης τοῖς ἁγίοις ἀναπαύσεως, δείχνει πρὸς τὴν ὄντως ζῶσιν τοὺς ἐντυχάνοντας. οὐ βιάζω τὴν προαίρεσιν. Δεῖξας, ἐγαστὴ ἐπιτη- βασιλείας ἔσται τέλος. Πολλάκις δὲ καὶ ἀνωτέρω ἐρήσει α ὁ Χριστὸς, διὰ τὴν θεότητα· ω δὲ, ἤτοι ἔσχατος, διὰ τὴν ἀνθρωπότητα. Μακάριοι οἱ ποιούντες τὰς ἐντολὰς ἐμοῦ· Ἴνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλεώσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. "Ὦντως δὲ μακαρισμὸν ἀξιοῖ οἱ ποιούντες τὰς ἐντολὰς τοῦ Θεοῦ. Ἐξουσίαν γὰρ ἔξουσιν ἐν τῇ ἀλήκτῳ ζωῇ, τῷ ξύλῳ τῆς ζωῆς Χριστῷ τῷ Θεῷ ἡμῶν ἐπαναπαύεσθαι, καὶ ἐντρυφῆν τῇ αὐτοῦ θεορῖχ· δεύματι πέρα· ἀκολουθεῖν κατάλληλον, [φησίν·] μηδεμιὰς παρεμποδιζούσης πονηρᾶς δυνάμεως· καὶ τοῖς ἀποστολικοῖς πυλώσιν, δηλαδὴ τοῖς αὐτοῦ διδάγμασιν, εἰς τὴν ἄνω πόλιν διὰ τῆς ἀληθινῆς θύρας εἰσελεύσονται· μὴ ὑπερηθόντες ἐτέρωθεν, καθὼς οἱ μισθωτοὶ ποιμένες, ἀλλ' ὑπὸ τοῦ θυρωροῦ τῆς ζωῆς εἰσαγόμενοι. "Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ, καὶ οἱ πόρνοι, καὶ οἱ φονεῖς, καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς ὁ φιλιὼν καὶ ποιῶν ψεῦδος. Κύνες δὲ, οὐ μόνον οἱ ἀναδεῖς καὶ ἀπιστοι, καὶ "Ὅταν ἔχωμαι ἀποδοῦναι ἐκάστῳ τὰ τῶν σκεπαγ- οἱ ἐν τῇ κατατομῇ κακοὶ ἐργάται, οὓς ὁ Ἀπόστολος ἐκάλεν, ἀλλὰ καὶ οἱ μετὰ τὸ βάπτισμα ἐπιστρέψαντες ἐπὶ τὸν ἴδιον ἔμετον. Διὸ σὺν τοῖς πόρνοις καὶ φονεύσι καὶ εἰδωλολατρίας τῆς ἄνω ἀλλοτριούσινται πόλεως. ΚΕΦΑΛ. ΟΒ. "Ὡς ἡ Ἐκκλησία καὶ τὸ ἐν αὐτῇ Πνεῦμα, προσκαλοῦνται

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
