# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 260.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 260.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/260.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/260.1

Α νος. Διὸ καὶ ἐπὶ οὐρανοὺς, καὶ ἀγγέλους ἐπὶ τῶν ἄλλων προύχοντας, ὁ μέγας Εἰρηναῖος ὁ Λουγδῦνον ἐπίσκοπος ἔγραψεν. — Ἄλλως. Ἐγενόμην ἐν πνεύματι ἐν τῇ Κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα φωνῆν. Τὸ βλέπειν καὶ ἀκούειν παρὰ τοῖς θείοις προφήταις οὐκ αἰσθήσεως ἐνεργείας νοεῖν δεῖ, ἀλλὰ θεοτέρας ἐμφάσεις. Περὶ ὧν καὶ ὁ Ἠσαΐας φησίν · « Ἐθῆκέν με πρωΐ πρωΐ ὠτίον ἀκούειν· καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. » Τοῦτο δὲ οὐ τοῦ κατὰ σάρκα ἀνθρώπου, ἀλλὰ τοῦ κατὰ πνεῦμα. Ὁς καὶ μεμελημένος Θεῷ καὶ ἀρχῶν ἀπάσης τῆς αἰσθητικῆς κτίσεως διατελεῖν εἴωθεν. Ἐδιπλασίασεν δὲ ὁ προφήτης τὸ « πρωΐ » ἐνταῦθα (ὡςπερ καὶ παρ’ ἑτέροις προφήταις τῷ, « Πρωΐ εἰσάκουσον, ψάξουσι, τῆς φωνῆς μου· » καὶ τῷ, « Πρωΐ παραστήσομαί σοι· » καὶ τῷ, Πρὸς πρωΐ πρωΐ) οὐ μάτην, ἀλλὰ τὴν ἔχων σπουδὴν διὰ τοῦ καιροῦ παριστάς, ὅ διὴ καιρῷ, καὶ αἱ θείαι ἐνέργειαι εἰώθασι ἐμφοιχοῦσθαι.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
