# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 271.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 271.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/271.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/271.3

Ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. Ῥομφαῖαν στόματος τίνα καὶ διὰ τί εἴρηται δίστομον, ἐφήμην πρὸ μικροῦ παραθέμενοι. Τῷ νικῶντι δώσω αὐτῷ ἀπὸ τοῦ μάννα. Ἐπειδή ὡς φθάνοντες παραθέμενοι ἐξ Ἐπιφανίου τοῦ Ἱεροῦ λαβόντες, ἐτολμᾶτο παρὰ Νικολαϊτῶν θεία τῆς τοῦτῶν ἀδείας ἐν τῇ ἀκαθάρτῳ μίξει ἑαυτῶν ἡ βλασφημοτὴτὴ βρώσις, τοῦτο γάρ ἐν τῷ νικῶντι δοθῆναι φαγεῖν τοῦ μάννα ἀντὶ τῆς ἀκαθάρτου βρώσεως τε καὶ βδελυρᾶς ὑπέσχετο. Μάννα δὲ τροπικῶς ὁ ἄρτος ἐστὶ τῆς ζωῆς ὁ οὐρανόθεν δι’ ἡμᾶς καταλθὼν, εἰ καὶ πάντα τὰ μέλλοντα ἀγαθὰ, ὡς οὐρανόθεν καὶ αὐτὰ καταπιπτάμενα, ὅπου καὶ ἡ ἅγια Ἱερουσαλὴμ. Νικῶντι δὲ τὸν διάβολον, δοθῆναι καὶ ψῆφον λευκήν, C. τούτῃ, δόξην λελαμπρυσμένην. Τοῦτο δέ, τὴν λευκὴν ψῆφον, τὴν ἀπὸ τῶν ἐν τοῖς θεάτροις καὶ τοῖς σταδίοις ἀγωνιζομένων γνῶριμον οὖσαν, τοῖς νικῶσι παρεχομένην, ἐνταῦθα τέθεικεν. Ὦνομα δὲ καινόν, τῇ παρούσῃ ζωῇ ἀγνωσούμενον. « Τὰ γὰρ ἀγαθὰ ἃ τοῖς ἀγαπῶσιν αὐτὸν ἠτοίμασεν ὁ θεός, ὄφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἠκούσεν, καὶ ἐπὶ καρδίαν ἄνθρώπου οὐκ ἀνέβη. » Τοῦτο δὲ τὸ ὄνομα οἱ ἅγιοι κληρονομήσουσι. Πῶς γὰρ οὐδὲν τε φθαρτῇ γνώσει τὰ ἄφθαρτα παραδηλούσθαι;

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
