# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 278.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 278.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/278.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/278.2

B Οἱ οὐκ ὠμολύγουν. Τοῦτο καλὸν κέκτησαι, φησίν, ἔχουσα τινὰς τοῦτο τὸ ἱμάτιον τῆς σαρκὸς ῥυπαραῖς πράξεσιν μὴ μολύναντας, οἱ μετ' ἐμοῦ ἐν τῇ παλιγγενεσίᾳ λαμπροφοροῦσι. Τούτους δὲ καὶ τέως δυσωποῦμενος, ἀναβάλλομαι καὶ μακροθυμῶ εἰς ὑμᾶς. Ἱμάτια δὲ μὴ μολυθθέντα, τὰ σώματα λέγει τῶν ἁγίων, ὡς καὶ Ἰακὼβ ὁ πατριάρχης περὶ τοῦ ἐξ Ἰούδα βλαστησάντος, ὅς ἐστιν Ἰησοῦς Χριστός, θεσπίζει, ὅτι « Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, » τὸ σῶμα τοῦ αὐτοῦ Κυρίου λέγων, ὃ ἐν τῇ ἀγνάντῃ αὐτοῦ πάθει εἰς ὑποτύπωσιν ἡμῶν ἐκαθάρισεν. Αὐτὸς γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν, φησίν ὁ Ἠσαΐας, « Ἀνὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Αὐτὸς γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. » Τεῦθι τῷ Κυρίῳ ὡς περὶ τὰ δραματοῦργον δ' αὐτὸς Ἠσαΐας φησι· « Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρη; » Καὶ περὶ μὲν τῶν ἱματίων οὕτω θεωρεῖσθαι ἄξιον, ὥστε τὸ ἀμύλυντον αὐτῶν τὴν καθαρότητα τοῦ σώματος αἰνίττεσθαι. Ὁ νικῶν δὲ φησιν. Τίνα νικῶν; Τὰ πάθη τῆς σαρκὸς. Οὗτος οὖν περιβαλεῖται τὰ τῶν οἰκείων ἀρετῶν ἱμάτια ἃ ἐκάθαρσεν ἐν κόποις θεοφιλῶν, καὶ λάμψει ὡς ἥλιος ἐν τῷ μέλλοντι αἰῶνι, καὶ τὸ ὄνομα αὐτοῦ δ' ἐγράφη ἐν τῇ βίβλῳ τῶν τῆν μὴ ἐκλειπουσῶν ζώντων ζωῆν, ἀνεξάλειπτον ἔσται, ὡς ὁμολογουμένου αὐτοῦ ἐνώπιον τοῦ Πατρός μου ὑπ' ἐμοῦ. Ταύτης δὲ τῆς ἐν τῇ βίβλῳ γραφῆς καὶ τῆς ἐμπροσθεν τοῦ Πατρὸς ὁμολογίας [καὶ αὐτὴ ἐν τοῖς Εὐαγγελίοις ἐμνημόνευσε, λέγων τοῖς αὐτοῦ μαθηταῖς οὕτως· « Χαῖρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. » « Ἡ δὲ τῆς τοῦ ὀνόματος ὁμολογίας (15) ] ἐπαγγελία, ἡ αὐτὴ ἐν τοῖς θεοῖς Εὐαγγελίοις ἀνάγραφος τῇνικάστα, ὅπότε' ἂν τῇν ἐμπροσθεν τῶν ἀνθρώπων ὁμολογοῦντα ἀνομολογήσασθαι ἐμπροσθεν τοῦ Πατρὸς ἐπαθεῖ, κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν. Ὁ καὶ πᾶσι μὲν ἀπόκειται τοῖς ἁγίοις, διαφερόντως δὲ τοῖς μάρτυσιν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
