# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 279.5

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 279.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/279.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/279.5

Γιὼς μὲν ἐστιν ὁ ἀληθινὸς ἅγιος, ὃς καὶ Υἱὸς ἐστι τοῦ Θεοῦ, καὶ τῷ τρισῶν τῶν Σεραφὶμ ἁγια-στικῷ ὑμνῷ τὸ ἀληθὲς ἀποφέρεται, ὡς καὶ ἐν τῷ θεατῷ ὑπὸ Ἠσαΐα κεχρηματίσται, τοῦ τριτοῦ ἁγια-σμοῦ εἰς μίαν συγκλειομένου κυριότητα, ἵνα καὶ τὸ τριτὸν δεῖξθῇ τῶν ὑποστάσεων τῆς ὑπερουσίου Τριάδος, καὶ τὸ ἀδιάσπαστον τούτων τῷ ἐναιῷ τῆς κυριότητος. Τοῦτο δὲ τῶν πεζῆ καὶ θνητῶν φύσεων τὸ ὑπερανεντηκὸς ἔχον, τὶς ἂν διὰ λόγων παρεμφαί-νοιτο; Κλεῖδα δὲ τοῦ Δαυὶδ τὴν παντοκρατορικὴν ἐξουσίαν φησὶ παριστῶν, δι' οὗ οἱ θησαυροὶ μόνοι τῆς θεοσοφίας ἀνοίγονται. Τὴν μὲν οὖν πρώτην ἐξουσίαν κατὰ ἀνθρωπίνην δέχεται φύσιν, ὡς καὶ αὐτοῦ τοῦτο ἐστιν ἀκούσαι· « Ἐδόθη μοι πᾶσα ἐξου-σία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, » φάσκοντος. Τὴν δὲ δευτέραν ἔχει κατὰ τὸ ἀναρχον τῆς θεότητος. Ἔστι γὰρ Ἐμμανουὴλ Θεὸς ἀληθῶς, χἂν οὐ βούλεται τοῦτο Νεστόριος, εἰ καὶ γέγονεν ἄνθρωπος. Καὶ δὴ γε καὶ ἄνθρωπος ἀληθῶς, οὐ φαντάσμως ἄνθρωπον, εἰ καὶ δυσχεραίνει ὁ θεοστυγὴς Εὐτυχὴς. Ἄλλ' ὅπερ ἐστιν, ἀληθῶς Θεὸς ἐστιν, οὐ κατὰ ἀναφορὰν, ὡς Νεστο-ριανοὶ ληροῦσιν, καὶ ἄνθρωπος ἀληθῶς, οὐ κατὰ δόχην καὶ φαντασίαν, ὡς οἱ ἐμβρόντητοι Εὐτυχια-νισται, καὶὸ βδελυρώτατον(16) τῶν Μανιχαίων βού-λεται φύλον. Ἐπειδὴ δὲ τινὰ τῶν ἀντιγράφων οὐ τὴν Δαυὶδ ἔχει κλεῖδα, ἀλλὰ τοῦ ἅδου, οὐδὲν διάφορον οὐδ' ἐν τούτῳ. Δεῖκνυται γὰρ ἐκ τούτου, ὡς ζωῆς καὶ θανάτου τὴν κυρίαν ἄτε Θεὸς ὁ Χριστὸς ἀναμφι-βόλως ἔχει.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
