# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 285.4-8

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 285.4 to 285.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/285.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/285.4

Ἰδοὺ ἔστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. Ἀδιάστατος, φησίν, ἡ ἐμὴ παρουσία. Τὴν θύραν τῆς καρδίας κρούω, καὶ τοὺς ἀνοίγουσιν ἐπὶ τῇ ἐαυτῶν σωτηρίᾳ συνευφραίνομαι. Τρυφὴν γὰρ καὶ δεῖπνον τὴν σωτηρίαν τῶν ἀνθρώπων ἡττᾶμαι ἐφ’ οἷς αὐτοὶ τρέφονται, καὶ τὸν λειμὸν τοῦ ἀκούειν λόγον Κυρίου, καὶ τὸν σκότον τῆς πλάνης ἀποφεύγουσιν. Ὁ νικῶν, δώσω αὐτῷ. Εἴρηται δὴ ὅτι ἡ Ἑλληνικὴ παιδεία, τὴν τοιαύτην σύνταξιν τοῦ λόγου καὶ τὸν τοιούτων εἴρμὸν τῆς φράσεως ὁλοικειρῶν καλεῖ, ὅ ἐπ’ ἑλαττον τῇ Ἑκκλησίᾳ φρονεῖς. ΚΕΦΑΛ. Ι’. Περὶ τῆς ὁραθείσης αὐτῷ θύρας ἐν τῷ οὐρανῷ, καὶ τοῦ θρόνου, καὶ τῶν κδ πρεσβυτέρων, καὶ τῶν ἐξῆς δειχθέντων. Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα, ὡς σάλπιγγος λαλοῦσης μετ’ ἐμοῦ, λέγουσα· Ἄνἀβα ὧδε, καὶ δεῖξω σοι ἀ δεῖ γενέσθαι μετὰ ταῦτα. Καὶ εὐθὺς ἐγενόμην ἐν Πνεύματι.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
