# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 294.6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 294.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/294.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/294.6

Πνευματικὸς ἡ φωνή, ἀλλ' οὐκ αἰσθητῶς καὶ τῷ ἀέρι διηχητικῶς ἀπηχουμένη. Διὸ κατὰ τὸ μέλλον τοῦ χρόνου ἡ ψῆφος τῆς ἀναρρήσεως τοῦ ἀρνίου ἱστορεῖται, οὐ κατὰ τὸ ἤδη συντετελεσμένον, παρ' ὅσον ἅπας ὁ Θεῷ προσαναθήμενος, καὶ μέχρι τῆς συντελείας τῇ μνήμῃ τῶν ὑπὲρ ἡμῶν τοῦ ἀρνίου φιλανθρώπων παθῶν σώφρονα μανίαν κατειργάμενος, πρὸς ἀντίδοσιν χάν οἰκέτης τοῦ δεσπότου κατασπεύδει εἰωθε. Τὸ γὰρ ἐξ ὁμοιῶμο, περιττὸν καὶ ἔρειν. Τί γὰρ μέγα δοῦλον παθεῖν τὰ τοῦ δεσπότου; τὸ δὲ διὰ ψηφίσματος ἐν τάξει τινὶ πλοῦτον καὶ δύναμιν καὶ σοφίαν καὶ τὰ τοιαῦτα ὡς καθ' ὑπεροχὴν τοῦ λαμβάνοντος ἀφορίσθαι ὡς οὐκ ἔχοντος, ἀνθρωπίνη ὑπολήψει παρεληπται. Τὸ Θεῖον γὰρ τούτων ἀπροσδεές, ὡς πάσης τιμῆς ὑπερέτερον, καὶ ὡς τῶν πάντων ὑπ' αὐτοῦ τὸ εἶναι λαβόντων καὶ κατόπιν τοῦ

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
