# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 309.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 309.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/309.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/309.3

Τὸ θυσιαστήριον τοῦτο ὁ Χριστός· ἐστιν, ἐν ᾧ πᾶσα λειτουργικὴ καὶ ἁγία συνέστηκε σύνοδος, καὶ πανταχῶθι θυσίαι προσάγονται, ὡς ἤν τύπος τὸ δεῖξθὲν ἐν τῇ σκηνῇ θυσιαστήριον ἐν τῷ ὄρει τῷ Μωϋσῇ. Τὰ δὲ θυμιάματα, αἱ προσευχαὶ τῶν ἁγίων, οἷς εὐκταῖον εἰ τι καὶ ἄλλο τῷ Θεῷ προσαχθεῖν, ἐν μοίρᾳ θυμιαμάτων αὐτῷ λογισθήναι, τοῦ μαχληροῦ τούτου καὶ δυσώδους βίου τῷ πυρὶ τῆς εἰς αὐτὸν ἀγάπης ἐξατμισθέντος. Τοσαύτην γὰρ ἡ περὶ τὸν Χριστὸν ἀγάπη τὸ ζῆσον εἶχε καὶ διάπυρον, ὡς πάντα ἠγῆσασθαι τὰ τοῦ παρόντος αἰῶνος τετριβὰ, σκύβαλα, μόνον ἵνα Χριστῷ τῷ Θεῷ ἀποδοῦσι συνέιναι. Καπνὸν δὲ ἀναβῆναι ἀπὸ τῆς τῶν θυμιαμάτων ἐντυχίας, ὅτι καπνὸς, ὀργὴς τεκμήριον, ὡς καὶ ἐν τῷ, « Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ. » Τοῦτο οὖν οὐ δι’ ἄλλο συμβῆναι ἐσημάλισται, ἢ τοῦ δεῖξθῆναι χάριν καὶ φανερωθῆναι τὸ τῆς ἀγάπης διάπυρον τῶν ἁγίων τὸ περὶ τὸν Χριστὸν ὡς πῦρ ἢ τὸν θυμὸν, ὡς καπνὸν ὡ· καὶ αὐτῶν τῆς αὐτῆς τοῖς ἀγγέλοις φύσεως λαχόντων, οὗ πρὸς ὁμοίαν δὲ τούτοις εὐαρέστησιν τοῦ πεποιηκότος κατεσπουδακότων.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
