# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 315.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 315.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/315.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/315.3

Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὁμοία ἵπποις ἑτοιμασμένοις εἰς πόλεμον· καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ὡς στέφανοι χρυσοί· καὶ τὰ πρόσωπα αὐτῶν, ὡς πρόσωπα ἀνθρώπων. Καὶ εἶχον τρίχας, ὡς τρίχας γυναικῶν· καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν. Καὶ εἶχον θώρακας, ὡς θώρακας σιδηρούς· καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν, ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον. Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα· καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἔχουσιν ἔχουσιν ἀδύνησαι τοὺς ἀνθρώπους μῆνας πέντε, ἔχουσι βασιλέα ἐπ’ αὐτῶν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδών· ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
