# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 326.9

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 326.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/326.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/326.9

τοῦ Θεοῦ Ἐκκλησία, ἀπεριόριστος οὖσα καὶ τόπῳ ἀμαρτωλῶν ἀντίδοσις, μόνα δὲ παρελείφθη τὰ τῆς δευτέρας παρουσίας, ἐξ ὧποτροφῆς νῦν τὰ περίτοιῦτον διδάσκεται. Καὶ δτι μὲν Ἠλίας ἦξει ὁ προφῆτης δῆλον, προαγορευσαμένης τῆς Γραφῆς διὰ Μαλαχίου χρησιμολοῦντος· « Ἰδοὺ ἐγὼ ἀποστελλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ. » Παρὶ δὲ τοῦ Ἐνὼχ μαρτυρίαν μὲν ὅσον πρὸς τὴν παρουσίαν ἀπὸ τῆς Γραφῆς οὐκ ἔχομεν, πλὴν τοῦ διὰ μεταθέσεως ἀπαθανατισθῆναι. Λόγος δὲ φέρεται ἐκ παραδόσεως φωτῶν τῇ Ἐκκλησίᾳ ἀπαρρέπτως καὶ αὐτὸν ἥξειν μετὰ Ἠλίου τοῦ Θεσβίτου (ἥξουσι γὰρ ἀμφω προδιαμαρτυρασθαι τοὺς οὕσι τότε, μὴ τοὺς ἀπιστῆσαι τοῦ Ἀντιχρίστου παράγεσθαι σημείοις), καὶ τῇ ἰδίᾳ μαρτυρίᾳ ταύτῃ τριδύαι χρόνον τριετία καὶ ἡμίσεις. Τοῦτο γὰρ αἱ χιλίαι· διακόσιοι ἐξήκοντα ἡμέραι χρόνιχὸν ἀποτελοῦσι διάστημα. Ἡ δὲ τῶν σάκκων περιβολὴ τὸ μετὰ εὐτελείας· προσβῆναι καὶ πένθους καὶ σκυθρωπότητος· παριστῆ τούτους τοὺς δύο, οὓς ἐλαίας Ζαχαρίας ὁ προφήτης ἀπεικάζει, καὶ λυχνίας δυσὶν, ἐλαίας, διὰ τὸ, τὸ Ἐλαῖον τὴν τροφὴν τοῦ φωτὸς πηγάζειν, λυχνίας δέ, ὅτι ὀχημα τῆς ἀληθείας γεγόνασιν, ἥτις τε δι' ἀρετῶν τὸ ἀληθινὸν φῶς ὀνομαζόμενον ὀποδύεται, καὶ φρυκτωρεῖ τοὺς πλανζόντας, ὃ καὶ αὐτοῖς· περιγίνεται παξθροῦσθον. Τὸ δὲ ἐνδύπτον ἐσθῆναι Κυρίου τῆς γῆς· τί ἄν ἄλλο σημαίνει, ἢ τὸ ἀγχότατω τοῦ χριστοῦ ζώντων καὶ νεκρῶν τῆς αὐτῶν παρουσίας τὴν ἐξοδὸν γίνεσθαι;

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
