# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 327.3-328.37

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 327.3 to 328.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/327.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/327.3

Καὶ πατάξει τὴν γῆν. Ἀντιρρόπως κατὰ θείαν χρηστότητα τῇ πληγῇ ἐπιφέρεται καὶ ἰᾶσις. Ἐπειδὴ γὰρ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους, πάντων φαρμάκων ἔσται περιφανέστερος κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ὁ ἀγαθὸς Θεὸς τοὺς ἁγίους τούτους καθοπλίζει δυναμὰμεν σημείων ἀληθινῶν, τὸ ψεῦδος ἀπελέγχοντας, καὶ τοὺς μὲν πεπλανημένους ἐπιστρέφοντας, τὸν δὲ A πλάνον παραδειγματίσοντας καὶ μηδὲν πιστομένους Κύριος αὐτῶν ἐσταυρώθη, καὶ βλέψουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν, καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς ἡμιον. Καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσονται τεθῆναι εἰς μνήμην, καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαρήσονται ἐπ' αὐτοῖς, καὶ εὐφρανθήσονται, καὶ δῶρα δώσουσιν B ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφήται ἐδασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ὅταν τελείωσι τὴν μαρτυρίαν. Ποίαν; Ὅτι οὗτος ὁ παρὼν οὐκ ἔστιν ὁ Χριστός, ἀπατεὼν ὅτ' ἐκεῖνοι λυπηρὸν ἄχρι περάτων τῆς ἑαυτῶν προ- δὲ καὶ ἀληθῶς πλάνος. Ἥξει δὲ ὧν οὕτω ὁ τοῦ Θεοῦ Υἱός, ὃ καὶ πιστευτέον ὡς Σωτῆρι καὶ ἐπὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων καὶ πάλαι παραγεγονότι, καὶ νῦν παραγενομένῳ. Τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου. Θηρίον τὸν Ἀντίχριστον λέγει, διὰ τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ αἱμοδόρον · ἀβύσσον δὲ τὸν τῶν ἀνθρώπων βίον, τὸν πικρὸν ταῖς ἁμαρτίαις καὶ λυπηρὸν καὶ ἀσταθουντα ταῖς περιφυσήσεσι καὶ ἀντινοίαις C τῶν πονηρῶν πνευμάτων. Οὐ γὰρ ἐξ ἄλλης φύσεως φητείας. ἐγερθήσεται ὁ ἀληθῶς οὗτος, ἀλλ' ἐκ τῆς ἡμετέρας καὶ ἀνθρωπίνης οὐσίας. Ἀνθρώπος γὰρ ἔσται κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ὡς ἤδη εἴρηται. Τοῦτο οὖν, φησὶ, τὸ θηρίον πολεμήσει τοῖς ἁγίοις τούτοις προφήταις, καὶ ἀποκτενεῖ αὐτούς, καὶ τὰ σώματα αὐτῶν ἄταφα ρίψει ἐν ταῖς πλατείαις τῆς Ἱερουσαλήμ. Ἐν αὐτῇ γὰρ βασιλεύσει ὡς Ἰουδαίων βασιλεὺς, οὓς ἀπατήσει καὶ ἕξει πρὸς πάντα ὑπουργοῦντας καὶ πειθομένους. Καὶ ὁ Κύριος παρὰ Ἰωάννη · « Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
