# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 341.4

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 341.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/341.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/341.4

Πολλὰς ἐκδρομὰς ποιησάμενος ἐκ τῶνδε τῶν ἱχίων, εἰς προγενεστέρας ἀρχὰς ἀναδὶς, ἐφθάσεν εἰς τὸ σπουδαζόμενον · ὅπερ οὐχ ἄλλο, ἢ τὴν διηγήσαθαι τὰ θεριῷ τῆς παρουσίας· τοῦ 'Αντιχρίστου. Καὶ ὅρα τί φησι περὶ αὐτοῦ, ἐκ τῆς γῆς δηλαδή ἀναβαίνειν αὐτόν, ὅθεν καὶ πᾶσιν ἀνθρώποις ἡ γένεσις. "Ἀνθρώπου γὰρ καὶ αὐτὸς κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ὡς καὶ Παύλῳ τῷ θεῖῳ δοκεῖ. Τὰ κέρατα δὲ οὐχ ἀρνίου, ἀλλ' ὁμοία ἀρνίῳ, ἐπειδὴ φαντάζει ἑαυτὸν ἐπαικὴν ὡς ὁ Χριστός, ἵνα πλανά. Διὰ τοῦτο ἡ ὁμοιότης τῶν κεράτων, ἤγου τῆς δόξης. Καὶ ὡς δράκων λαλεῖ, οὐχ ὡν δράκων. Οὐ γὰρ ὁ Σατανᾶς ἐστιν αὐτόχρημα, ἀλλ' ὡς ἐκεῖνος ἐνεσθιασμένος, τουτέστι, διάδοχος γίνεται τῆς ἐξουσίας τοῦ διαβόλου. 'Ενώπιον δέ, οἴουσι ἀκολουθοῦς ἐκεῖνω, κατ' οὐδὲν παραλλάττον τῆς παρουσίας τοῦ πρώτου Σατανᾶ.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
