# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 353.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 353.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/353.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/353.1

Σκηνὴν ἐνταῦθα, τὴν ἐν οὐρανοῖς λέγει ἡς καὶ ὁμολοῦσιν καὶ ὁ Μωϋσῆς πῆξαι τὴν σκηνὴν τὴν κάτω προστάσσεσθαι. « Ὅρα, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δεῖχθέντα σοι ἐν τῷ ὄρει. » Ἐκ τούτου τοῦ ναοῦ ἀνοιχθέντος ἐξελεύσεσθαι τοὺς ζ' ἀγγέλους (50). Πρὸ γὰρ τῆς τοῦ Χριστοῦ συγκαταβατικῆς πρὸς ἡμᾶς αὐτοῦ παρουσίας, ἡ γνώσις τῶν προκειμένων, ἀσυμφανὴς καὶ ἀνεπίγνωτος ἀνθρώποις. Διὸ καὶ πρὸς ἐναργεστέραν τούτων πίστιν, ἐν τῷ τοῦ Κυρίου πάθει καὶ τῷ τοῦ ἐπὶ γῆς ναοῦ καταπέτασμα διαρρήγνυται ἄνωθεν ἕως κάτω, οἷονεὶ τὰ ἀπὸ καταβολῆς κόσμου χρυσοῦπτι συνεπτυγμένα θεία μυστήρια, τὸ ἀπὸ τοῦδε ἔκφανὴ πᾶσιν καὶ ἐνώπια κατέστη, οὐχ ἕνεὶ ἕνοι θεοσφαιζόμενα, ἀλλὰ πᾶσιν ἐθνεσιν ἐκπομπευόμενα. Μαρτυριοῦν δὲ σκηνὴ οὐ τῷ τυχόντι εἴρηται, ἀλλ' ὅτι ἐκεῖθεν ὁ χρηματίζων Θεὸς τοῖς κατὰ νόμον ἱερεῦσι διεστάλλετο τὰ ποιητέα καὶ μή, μετὰ ἀκριβοῦς καὶ ἀνυποστόλου παραγγελίας, οὐχ ἀπὸ τοῦ νομικοῦ μαρτυρίου, ἀλλὰ τοῦ ἀρχετύπου καὶ ἀνθρωπείου.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
