# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 362.6

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 362.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/362.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/362.6

Θηρίον ὁ διάβολος ἦρξατο καὶ οὐκ ἔστιν, ὡσπερ ὑπὸ πίνακι προεσχεθεῖμένα ἐντελῶς διεξέναι. Διὸ φησιν, Ἦν τὸ θηρίον, οὐ νῦν ὑφιστάμενον. Ἀφ' οὐ δήλον, ὡς ὁ διάβολός ἐστιν : Ἀρχὴ γὰρ πλασμάτων τοῦ Κυρίου, » κατὰ τὸ εἰρημένον. Οὐκ ἔστι δὲ νῦν, ὅτι ἀποκτανθείς τὰς ἐνεργείας τῇ τοῦ Χριστοῦ ἐπιδημία. Οὐ γὰρ ὡς πρὸ ταύτης ἐνήργει υἱοὺς ἀνθρώπων καὶ θυγατέρας τοῖς ἑαυτοῦ δαιμοσὶ διὰ θυσιῶν παρασκευάζεσθαι, οὕτως ἤδη ταῦτα καὶ μετὰ τὴν Χριστοῦ παρουσίαν οὐὼς τε ἐνεργεῖν. Ἀναβαίνειν δὲ λέγεται ἐκ τῆς ἀβύσσου, τῇ ἐπιδημίᾳ τοῦ Ἀντιχρίστου.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
