# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 365.6-366.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 365.6 to 366.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/365.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/365.6

Καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ μεμισγημένου. Εἰς ὄνεια μεταλαμβάνει τοὺς δαιμόνας διὰ τὸ ἄδηλον τῆς ἐφόδου αὐτῶν τῆς κατὰ τῶν ἀνθρώπων, ἔπει καὶ τῶν ὄρνέων ἡ ἐφόδος ἐξ ἀδήλου εἴωθεν ἐπιφαίνειν προσδοκίας. Μεμισγημένου δὲ εἴρηται οὐκ ἀλόγως. Τίς γὰρ σωφρονῶν οὐ βδελύττεται τὴν μετὰ τῶν δαιμόνων ἀναστροφήν; δι' ἣν καὶ βδελύγματα ὠνομάσθησαν. "Ἔξελθε ἐξ αὐτῆς, ὁ λαός μου. Ἐξελθεῖν παρακελεύεται ἡ φωνή, οὐς ἔγνω Κύριος αὐτοῦ. Ἐξελθεῖν δὲ, τὸ μὴ συναπολέσθαι δικαίους μετὰ ἀσεβῶν. Ὡς γὰρ ἐπὶ τοῦ Λώτ το, « Σώζων σῶζε τὴν σεαυτοῦ ψυχὴν ἀνυπερθέτως μέχρις ἂν τοῦ ὄρους, ἐπὶ τῆς οὐδαμοῦ ἡρεμῶν, » ὁ Θεὸς αὐτῷ ἐνετείλατο · οὕτω κάναῦθα. Καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς. Ἀνθρωπίνως διασκευάζεται ταῦτα. Ἐπὶ γὰρ Θεοῦ τῆς μακαρίας φύσεως καὶ πάθεσιν ἀπροσίτου, τὰ τοιαῦτα χάν ἐννοεῖν περιττόν. Ἐκεῖ γὰρ μνήμη, ὅπου καὶ λήθη. Λήθη δὲ τοῦ δυνάμει παρειναὶ τὸ πραχθὲν, οὐχ ἔτι δὲ καὶ ἐνεργεῖν σημαντικόν. Θεῷ δὲ οὐδὲν πρόσεισι δύναμει, ἀλλ’ ἐνεργείᾳ. Ἀπόδοτε αὐτῇ, ὅς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν, καὶ διπλώσατε αὐτῇ διπλὰ κατὰ τὰ ἔργα αὐτῆς. Ἐν τῷ ποτηρίῳ ὃ ἔκρατεν, κεράσατε αὐτῇ διπλοῦν. Ὅσα ἐδόξασεν ἑαυτὴν καὶ ἐστηργίασε, τοσούτωρ δότε αὐτῇ βασανισμόν καὶ πένθος. Ἵτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, ἵτι Κάθισμα Βασιλίσσα, καὶ χῆρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω. Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος, καὶ πένθος, καὶ λιμός. Καὶ ἐν πυρὶ κατακαυθήσεται : ἵτι ἰσχυρὸς Κύριος ὁ κρίνων αὐτὴν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
