# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 37.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 37.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/37.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/37.1

ἐκ τοῦτου πυρός, Ναδάδ καὶ Ἀβιούδ τοὺς ἄρχι-A ρεῖς, θεηλάτω πληγῇ καταπεσόντας ἀπέδειξε. Καθαρῶν καὶ μὴ καθαρῶν ζῴων διάκρισιν ἐποίη-B σατο. Ὑπὲρ ἁμαρτιῶν λύσεως τὰς ἀφωρισμένας θυσίας ἐπέταξε δεῖν προσάγεσθαι. Λεπτῶν καὶ ἀναθητῶν διακρίσεις ἀπὸ τῆς ἱερᾶς συνανγωγῆς ὑπέδειξε, καὶ περὶ καθάρασεως αὐτῶν τὶνα προσάγεσθαι καὶ ὅπως χρὴ διετάξατο. Τοὺς Ἀμορραίους ἀναιμωτὶ καταελθόν, τὴν γῆν αὐτῶν ταῖς δύο φυλαῖς τοῦ Ῥουβὶν καὶ τοῦ Γαδ ἀπένειμεν εἰς κλῆρους. Τὸν τῶν Μαδιανιτῶν ἀνεῖλε βασιλέα, καὶ τὸν μάντιν Βαλαάμ κακοσύμβουλον αὐτῷ κατὰ τοῦ λαοῦ γεγόμενον. Τοὺς τελεσθέντας τῷ Βεελφεγὼρ ἐκ τοῦ λαοῦ διαμυρίους τετρακισχιλίους ἀναιρεθησομένους προεῖπε.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
