# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 372.41-373.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 372.41 to 373.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/372.41
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/372.41

Οὗτοι οἱ λόγοι ἀληθινοί. Μὴ προσκύνει με, φησιν ὁ ἄγγελος, ὡς τὰ μέλλοντα προλέγοντα. Οὐ γὰρ ἐμὸν τοῦτο τῆς προφητείας τὸ γνώρισμα, ἀλλὰ τῆς διὰ τὸν Χριστὸν ὁμολογίας τῶν συνδούλων μου. Αὕτη γὰρ ἐστὶ χορηγὸς τοῦ προφητικοῦ πνεύματος. Ὁ γὰρ μαρτυρία τοῦ Υἱοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας. Ἀντὶ τῆς ἀμοιβῆς τῆς διὰ Χριστὸν μαρτυρίας, τὸ προφητικὸν ἐστι χάρισμα, ὡς ἐστι καὶ ὁμοίων τῇ αὐτῇ, φησιν ὁ ἄγγελος. Τὸ προφη- Τὸ γὰρ βύσσινον, τὰ δικαιώματα τῶν ἁγίων ἐστι. τεύειν γὰρ διὰ τοὺς συνδούλους μου τοὺς μάρτυρας· παρεσχέθη. ΚΕΦΑΛ. ΝΗ. Πῶς τὸν Χριστὸν ὁ Εὐαγγελιστὴς ἐπίσκοπον μετὰ δυνάμεων ἀγγελικῶν ἐθεάσατο σὺν φόβῳ. Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον. Καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτῷ, πιστός καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ, ὡς φλὸξ πυρός. Καὶ λέγει μοι· Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι. Καὶ ἔπεσον ἐμπροσθέν τῶν ποδῶν αὐτοῦ, προσκυνῆσαι Καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον, ὃ οὐδεὶς εἶδεν, εἰ μὴ αὐτός. Καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον ἐν αἵματι. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, ὁ Λόγος τοῦ Θεοῦ. Καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵππους λευκοὺς, ἐνδεδυμένοι βύσσινον λευκόν, καθαρόν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
